[ ]
Phokis — Delphi — 170-157/6 BC
1 | ἄρχοντος Ξενέα μηνὸς Δαιδαφορίου, ἐπὶ τοῖ[σ]δε ἀπέδοτο Μικκύλος Λαδίκου Χαλειεὺς τοῖ Ἀπόλλωνι τ[οῖ Π]υθίοι σῶμα γυ- |
ναικεῖον οἷ ὄνομα Λυσώ, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καὶ τὰν τιμὰν ἔχει, καθὼς αὐτὰ ἐπίστευσ[ε] Λυσὼ τοῖ θεοῖ τὰν | |
ὠνάν, εὐδοκεούσας τᾶς θυγατρὸς αὐτοῦ Δρακοντίδος. παραμεινάτω δὲ Λυσὼ παρὰ Μικκύλον ἕως κα ζῆ ποέου- | |
σα τὸ ποτιτασσόμενον πᾶν τὸ δυνατόν. εἰ δέ κα ἢ μὴ παραμένη ἢ μὴ ποῆ τὸ ποτιτασσόμενον Λυσὼ Μικκύλοι, κύριος ἔ- | |
5 | στω κολάζων ὥς κα θέλη. εἰ δέ τί κα πάθη Μικκύλος, ἐλευθέρα ἔστω Λυσὼ καὶ ἀνέφαπτος τὸν πάντα χρόνον ἀπὸ |
πάντων. βεβαιωτὴρ κατὰ τὸ σύνβολον· Σωσίνεικος Εὐδόκου Δελφός. κύριος δὲ ἔστω καὶ ἄλλος ὁ παρατυνχάνων προιστά- | |
μενος ἐπ’ ἐλευθερίαι ἀζάμιος ἐὼν καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας πάσας. μάρτυρες· οἱ ἱερεῖς τοῦ Ἀπόλ- | |
λωνος Ταραντῖνος, Ἀμύντας καὶ οἱ ἄρχοντες Ἀριστοκράτης, Ἀρχίας, Δαμοφάνης, ἰδιῶται Εὔδοκος, | |
Πραξίας, Φίλων, Ἀρχέλαος. |