[ ] Phokis — Delphi — 140-100 BC
1 ἄρχοντος Ἁγίωνος μηνὸς Ἰλαίου, βουλευόντ[ων τ]ὰν δευτέραν ἑξάμηνον
Κλέωνος τοῦ Ἥρυος, Ἀζαράτου τοῦ Ἀντιχάρε[ος, γρα]μματεύοντος δὲ Ταραν-
τίνου τοῦ Μνασιθέου, ἐπὶ τοῖσδε ἀπέδοντο Ἀ[ρίστων Ἥρυος κ]αὶ Κλέων Ἥρυος τῶι Ἀ-
πόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνο[μα] Δα[μὼ] τὸ γένος οἰκογενῆ, τι-
5 μᾶς ἀργυρίου μνᾶν πέντε, ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον ἀ-
πὸ πάντων ποιοῦσαν ὅ κα θέλη καὶ ἀποτρέχουσα[ν] οἷς κα θέλη. βεβαιωτὴρ
κατὰ τοὺς νόμους τᾶς πόλιος· Φιλόνικος Μεν[εδ]άμου. εἰ δέ τις ἐφάπτοι-
το Δαμοῦς ἐπὶ καταδουλισμῶι, κύριος ἔστω ὁ παρατυχὼν συλέων
Δαμὼ ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας δίκα[ς κα]ὶ ζαμίας, καὶ ὁ βε-
10 βαιωτὴρ καὶ οἱ ἀποδόμε[ν]οι βέβαιον παρεχόντω [τὰν][ν]ὰν τῶι θεῶι.
μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄρχων καὶ Ἄθαμβος κ[α]ὶ ὁ νεωκόρος
Ἀτεισίδας κ[α]ὶ ἰδιῶται Ἀρίσταρχος, Δαμόστρατος.
Search Help
Contact Us