[ ]
Phokis — Delphi — 140-100 BC
| 1 | ἄρχοντος Ἀμύντα μη[ν]ὸς Ἡραίου, βουλευόντων τὰν |
| πρώταν ἑξάμηνον Ξ[ε]νοκρίτου τοῦ Στησιμένεος, | |
| Κλέωνος τοῦ Διονυσ[ί]ου, γραμματεύοντος δὲ Μνασιδάμου | |
| τοῦ Ξενοκρίτου, ἀπέδοτο Πυῤῥίας Ἀρχελάου Δελφὸς τῶι Ἀπόλλωνι | |
| 5 | τῶι Πυθίωι ἐπ’ ἐλευθερίαι σώματα γυναικεῖα δύο αἷς ὀνόματα Ἀριστοβού- |
| λα, Κλεονίκα, καὶ ἀνδρεῖον ὧι ὄνομα Ἀριστόβουλος τὸ γένος οἰκογενῆ, | |
| τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καθὼς ἐπίστευσαν τὰν ὠνὰν τῶι θεῶι Ἀρισ- | |
| τοβούλα, Κλεονίκα, Ἀριστόβουλος, ἐφ’ ὧιτε ἐλεύθε[ροι] καὶ ἀνέφαπτοι εἶ- | |
| μεν ἀπὸ παντὸς τὸν πάντα βίον. βεβαιωτὴρ καθ[ὼς] ἁ ὠνὰ ἔχει· Ξενό- | |
| 10 | κριτος Ταραντίνου Δελφός. τᾶς ὠνᾶς τὸ ἀντίγραφον παρ[ὰ] τὸν |
| ἱερῆ τοῦ Ἀπόλλωνος Ἄρχωνα Καλλία καὶ παρὰ Φίλιον Χαλεῆ. | |
| μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄθαμβος, Ἄρχων καὶ ὁ ν[εω]- | |
| [κ]όρος Ἀτεισίδας, Σώστρατος Σωτύλου, Μικκύλος Εὐδόκο[υ], | |
| Ἀμύντας Εὐδώρου Δελφοί, Φίλιος, Νικόλαος Τίμων- | |
| 15 | ος, Δαμόξενος Κλέωνος, Θρασέας, Πυῤῥιας, Ξενέας, |
| Νίκιος, Ὑβρίλαος, Λυσίδαμος Χαλεεῖς. |