[ ]
Phokis — Delphi — 140-100 BC
| 1 | ἄρχοντος Ἁγίωνος μηνὸς Ἰλαίου, βουλευόντ[ων τ]ὰν δευτέραν ἑξάμηνον |
| Κλέωνος τοῦ Ἥρυος, Ἀζαράτου τοῦ Ἀντιχάρε[ος, γρα]μματεύοντος δὲ Ταραν- | |
| τίνου τοῦ Μνασιθέου, ἐπὶ τοῖσδε ἀπέδοντο Ἀ[ρίστων Ἥρυος κ]αὶ Κλέων Ἥρυος τῶι Ἀ- | |
| πόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνο[μα] Δα[μὼ] τὸ γένος οἰκογενῆ, τι- | |
| 5 | μᾶς ἀργυρίου μνᾶν πέντε, ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον ἀ- |
| πὸ πάντων ποιοῦσαν ὅ κα θέλη καὶ ἀποτρέχουσα[ν] οἷς κα θέλη. βεβαιωτὴρ | |
| κατὰ τοὺς νόμους τᾶς πόλιος· Φιλόνικος Μεν[εδ]άμου. εἰ δέ τις ἐφάπτοι- | |
| το Δαμοῦς ἐπὶ καταδουλισμῶι, κύριος ἔστω ὁ παρατυχὼν συλέων | |
| Δαμὼ ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας δίκα[ς κα]ὶ ζαμίας, καὶ ὁ βε- | |
| 10 | βαιωτὴρ καὶ οἱ ἀποδόμε[ν]οι βέβαιον παρεχόντω [τὰν] ὠ[ν]ὰν τῶι θεῶι. |
| μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄρχων καὶ Ἄθαμβος κ[α]ὶ ὁ νεωκόρος | |
| Ἀτεισίδας κ[α]ὶ ἰδιῶται Ἀρίσταρχος, Δαμόστρατος. |