[ ] Phokis — Delphi — 20-70 AD
1                   ἀγαθῇ τύχῃ.
ἄρχοντος ἐν Δελφοῖς Γ. Μεμμίου Κριτολάου, μηνὸς Εἰλαίου πέμπτῃ
ἱσταμένου, βουλευόντων δὲ τᾶς πόλιος Νεικοστράτου τοῦ Εὐδώρου
καὶ Ἄρχωνος τοῦ Λέοντος vac. Ἡράκλειτος Ὀνασίμου ἀπέδοτο τῷ Πυθίῳ Ἀπόλ-
5 λωνι σῶ[μ]α ἀνδρῆον, ᾧ ὄνομα Ἡράκλειτος, τειμᾶς ἀργυρίου μνᾶν τριῶν, καὶ
τὰν τειμὰν παρὼν Ἡράκλειτος ὡμολόγησεν ἀπέχειν πᾶσαν, καθὼς ἐπίστευσε τὰν
ὠνὰν τῷ θεῷ ἐπὶ τῷ ἐλεύθερον εἶναι καὶ ἀνέπαφον ἀπὸ πάντων τὸν τᾶς ζωᾶς
χρόνον, μηδενὶ μηδὲν προσήκοντα κατὰ μηδένα τρόπον. παραμεινά<τ>ω δὲ Ἡρά-
κλειτος Ἡρακλείτῳ τὸν τᾶς ζωᾶς χρόνον, ποιῶν τ[ὸ ἐπ]ιτασσόμενον. εἰ δὲ μὴ
10 ποιέοι, ἐξουσίαν ἐχέτω Ἡράκλειτος Ὀνασίμο<υ> ἐπιτιμέ[ω]ν τρόπῳ ᾧ κα θέλῃ. εἰ
[δ]έ τις ἐφάπτοιτο Ἡρακλείτου ἐπὶ καταδουλισμῷ, βέβαιον παρεχόντω τῷ θεῷ τὰν ὠ-
[νὰν ὅ τε] ἀποδόμενος καὶ ὁ βεβαιωτήρ. ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύριος ἔστω καὶ ἀνε-
[ύθυν]ος συλέων Ἡράκλειτον εἰς ἐλευθερίαν, ἀζάμιος ὢν καὶ ἀν[έπαφο]ς πάσας δίκας καὶ
[ζαμία]ς. καθέστακα δὲ καὶ βεβαιωτῆρα κ[ατὰ τὸν νό]μον τᾶς πόλι[ος ․․․․․․ην Χρύσου. χεὶ]ρ
15 ․․․․․․η τοῦ Χρύσου. συνευαρεστῶ τ[οῖς προγεγραμμένοις, βεβαιωτὴρ κατασταθεὶς ὑπὸ Ἡρακλεί-
[του τ]οῦ Ὀνασίμου. τίθεμαι τὴν ὠ[νήν, ἣν μὲν ἐνχαράξας εἰς τὸ ἱερὸν τοῦ Πυθίου Ἀπ]-
[όλλωνος εἰ]ς τὸ θέατρον κατὰ τὸ[ν νόμον, ἣν δὲ ἐν τὰ δημόσια τῆς πόλεως γράμματα ․․․․․․․․
[․․․․․․ δι]ὰ τοῦ γραμματέως Δ̣[․․․․․․․․․]
[μάρτυρ]ες οἱ ἱερεῖς τοῦ Πυθ[ίου Ἀπόλλωνος Μελισσίων Λαιάδα,
20 [Διονύσιο]ς [Ἀσ]τοξένου [․․․․․․․․․․․․․․․․]
[․․․․․․․․․․ Ἀ]ντιγ[․․․․․․․․․]
Search Help
Contact Us