[ ]
Phokis — Delphi — 1st c. AD
| 1 | ἀγαθῇ τύχῃ. |
| ἄρχοντος ἐν Δελφοῖς Ποπλίου Μεμ- | |
| μίου Κριτολάου τὸ δεύτερον, μηνὸς Θε- | |
| οξενίου ὀγδόῃ, βουλευόντων δὲ Εὐκλεί- | |
| 5 | δα τοῦ Ἀστοξένου, Καλλιστράτου τοῦ Κλε- |
| οτείμου, ἐπὶ τοῖσδε ἀπέδοτο Δωνά- | |
| τα διὰ κυρίου καὶ φροντιστοῦ Εὐνεικί- | |
| δα Εὐανθέως τὰν ἰδίαν θρεπτὰν Ζω- | |
| σίμαν τῶι Πυθίωι Ἀπόλλωνι, τειμᾶς | |
| 10 | ἀργυρίου μνᾶν τριῶν, καὶ τὰν τειμὰν |
| ἀπέχει πᾶσαν, ἐφ’ ᾧ ἐπίστευσεν Ζω- | |
| σίμη τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ᾧτε ἐλευ- | |
| θέραν αὐτὰν εἶμεν καὶ ἀνέπαφον | |
| ἀπὸ πάντων τὸν πάντα χρόνον, μηδε- | |
| 15 | νὶ μηδὲν προσήκουσαν κατὰ μηδένα |
| τρόπον. παραμείνασαν Δωνάτᾳ τὸν τᾶς | |
| ζωᾶς χρόνον εἶμεν Ζωσίμην ἐλευθέραν | |
| καὶ ἀνέπαφον. εἰ δέ τις ἐπὶ καταδουλισ- | |
| μῶι ἐφάπτοιτο Ζωσίμης, βέβαιον παρε- | |
| 20 | χόντω{ι} τῶι θεῶι τὰν ὠνὰν ἅ τε ἀποδομέ- |
| να καὶ ὁ βεβαιωτήρ. ὁμοίως δὲ καὶ ὁ παρατυ- | |
| χὼν κύριος ἔστω{ι} συλέων ἐλευθέραν Ζωσίμην | |
| ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας δίκας καὶ | |
| ζαμίας. τίθεμαι τὴν ὠνήν, ἣν μὲν διὰ τοῦ γραμ- | |
| 25 | ματέως τῆς πόλεως Νεικάνδρου τοῦ Καλλιστρά- |
| του εἰς τὰ δαμόσια τᾶς πόλεως γράμματα, ἣν δὲ | |
| ἐνχαρά<ξ>ασα εἰς τὸ ἱερὸν τοῦ Πυθίου Ἀπόλλωνος | |
| εἰς τὸ θέατρον κατὰ τὸν νόμον. καθέστακα δὲ | |
| καὶ βεβαιωτῆρα ἐπὶ τᾶς προγεγραμμένας ὠ[νᾶς] | |
| 30 | Εὐήμερον Εὐημέρου. χὶρ {²⁶χεὶρ}²⁶ Εὐημέρου το[ῦ Εὐημέ]- |
| ρου. γέγονα βεβαιωτὴρ ἐπὶ τᾶς προγεγ[ραμμέ]- | |
| νας ὠνᾶς κατασταθεὶς ὑπὸ Δωνάτας [τᾶς ․․․․] | |
| δος. μάρτυρες οἵ τε ἱερ<ε>ῖς τοῦ Πυθίου Ἀ[πόλλω]- | |
| νος Μελισσίων Λαιάδα, [Διονύσιος Ἀστοξένου, καὶ] | |
| 35 | ἰδιῶται Ἀντιγένης Ἀρχία, Καλλίστρατο[ς Καλ]- |
| [λιστρ]άτου, Λέων Νεικάνορος, Μνησί[θεος] | |
| [Ἀντιγ]ένους, Εὔδωρος Ἐπινείκου. |