1 | [ἐπὶ Εὐφιλ]ήτου ἄρχοντος ἐπὶ τῆς 〚[Ἀν[τιγονίδος]〛 δευτέρας πρυ]- |
[τανεί]ας ἧι Ἀρίστων Θεοδώρου Ῥαμν[ούσιος ἐγραμμάτευεν]· | |
[ψη]φίσματα δήμου· Μεταγειτνιῶνος ἕκ[τει ἐπὶ δέκα δευτέ]- | |
ραι ἐνβολίμωι, μιᾶι καὶ εἰκοστεῖ τῆς πρυτα[νείας· ἐκκλησία] | |
5 | ἐν τῶι θεάτρωι· τῶν προέδρων ἐπεψήφιζεν Παρμ[— — c.10 — —] |
μ̣ηνίου Λαμπτρεὺς καὶ συνπρόεδροι· Σωσπρατῖν[ος — c.6 —] | |
νου Μελιτεὺς εἶπεν· ὑπὲρ ὧν ἀγγέλλουσιν οἱ πρυ[τάνεις] | |
〚[τῆς Ἀντιγονίδος]〛 ὑπὲρ τῶν θυσιῶν ὧν ἔθυον τὰ πρὸ τ[ῶν ἐκκλη]- | |
σιῶν τῶι τε Ἀπόλλωνι τῶι Προστατηρίωι καὶ τεῖ Ἀρτέμιδι τε[ῖ] | |
10 | Βουλαίαι καὶ τοῖς ἄλλοις θεοῖς οἷς πάτριον ἦν, ἀγαθεῖ τύχει δ[ε]- |
δόχθαι τῶι δήμωι· τὰ μὲν ἀγαθὰ δέχεσθαι τὰ γεγονότα ἐν τοῖς ἱε%⁸⁰- | |
ροῖς οἷς ἔθυον ἐφ’ ὑγιείαι καὶ σωτηρίαι τῆς βουλῆς καὶ τοῦ δήμου, | |
ἐπειδὴ δὲ οἱ πρυτάνεις τάς τε θυσίας ἔθυσαν ἁπάσας ὅσαι καθῆ- | |
κον ἐν τῆι πρυτανείαι καλῶς καὶ φιλοτίμως, ἐπιμεμέληνται δὲ καὶ v | |
15 | τῆς συλλογῆς τῆς τε βουλῆς καὶ τοῦ δήμου καὶ τῶν ἄλλων πάντων |
ὧν αὐτοῖς προσέταττον οἵ τε νόμοι καὶ τὰ ψηφίσματα τοῦ δήμου, | |
ἐπαινέσαι τοὺς πρυτάνεις 〚[τῆς Ἀντιγονίδος]〛 καὶ στεφανῶσαι v | |
χρυσῶι στεφάνωι κατὰ τὸν νόμον εὐσεβείας ἕνεκα τῆς πρὸς vv | |
τοὺς θεοὺς καὶ φιλοτιμίας τῆς εἰς τὴν βουλὴν καὶ τὸν δῆμον | |
20 | τὸν Ἀθηναίων· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τὸν γραμματέα τὸ[ν] |
κατὰ πρυτανείαν ἐς στήληι λιθίνηι καὶ στῆσαι ἐν τῶι πρυτα- | |
νικῶι· εἰς δὲ τὴν ἀναγραφὴν τῆς στήλης καὶ τὴν ἀνάθεσιν μερί- | |
σαι τοὺς ἐπὶ τεῖ διοκήσει τὸ γενόμενον ἀνάλωμα vacat | |
col. I.24 | ἡ βουλή |
25 | Ξενόφιλον |
vacat | |
Παιανιέα | |
col. II.28 | ἡ βουλή |
ὁ δῆμος | |
30 | τοὺς πρυ- |
[τά]νεις | |
col. III.32 | ἡ βουλή |
τὸν γραμματέα | |
Ἁγνόθε[ον] | |
35 | [— — — — —] |
Agora XV
135