[ ]
Kos Isl. — Asklepieion — ca. 196 BC — SbBerlin (1905.2) 979-993
See also:
| face A, front.1 | ἐπὶ Ἱποκράτευς μηνὸς Ἀρτεμιτίου. |
| ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμωι, | |
| γνώμη ἐπιστατῶν· Ἡρακλεώτης | |
| Διονυσοδώρου εἶπεν· ἐπειδὴ τοῦ δή- | |
| 5 | μου κατὰ τὰ πάτρια τάς τε πανηγύ〚ρ〛- |
| ρεις {²⁶πανηγύρεις}²⁶ καὶ τοὺς ἀγῶνας συντελοῦν- | |
| τος ἐν Διδύμοις τῶι Ἀπόλλωνι τῶι Δι- | |
| δυμεῖ, τῆς τε πόλεως καὶ τῆς χώρας | |
| καθιερωθείσης διὰ τὴν ἐν τῶιδε τῶι | |
| 10 | τόπωι Λητοῦς καὶ Διὸς μεῖξιν καὶ τὰς |
| τοῦ θεοῦ μαντείας, ἐξ ὧν ἔθνη τε οὐ- | |
| κ ὀλίγα καὶ πόλεις καὶ τῶν βασιλέων | |
| οἱ τετευχότες τῶν μεγίστων τῆς | |
| παρὰ τοῦ θεοῦ συμβουλίας τήν τε καθι- | |
| 15 | 〚ι〛έρωσιν {²⁶καθιέρωσιν}²⁶ καὶ τὴν ἀσυλίαν ἀνηγόρευ- |
| σαν ἀπαράκλητοι αὐτοί, τῶι τε θεῶι καὶ | |
| τῆι πόλει τὴν ἀξίαν περὶ τούτων ἀπο- | |
| νείμαντες χάριν, προσήκει δὲ τῶι δή- | |
| μωι πράσσοντι τοῖς ἐξενηνεγμένοις | |
| 20 | χρησμοῖς ἀκόλουθα τόν τε ἀγῶνα τιθέ- |
| ναι τῶν Διδυμείων στεφανίτην καὶ | |
| τοὺς Ἕλληνας εἰς ταῦτα παραλαμβά- | |
| νειν, κοινῶν τῶν εὐεργεσιῶν εἰς πάν- | |
| τας αὐτοὺς ὑπὸ τοῦ θεοῦ γεγενημέ- | |
| 25 | νων, δεδόχθαι τῆι βουλῆι ἑλέσθαι πρεσ- |
| βευτὰς πρὸς Κώιους φίλους καὶ συμμά- | |
| χους ὑπάρχοντας τοῦ δήμου, τοὺς δὲ αἱ- | |
| ρεθέντας ἀφικομένους ἀπολογίσασθαι | |
| περὶ τῶν διὰ τοῦ μαντείου γεγονότων | |
| 30 | τοῖς βασιλεῦσι καὶ τοῖς ἄλλοις Ἕλλησι |
| καὶ περὶ τῶν ὑπὸ τοῦ δήμου πεπραγμένων | |
| εἰς αὐτοὺς εὐεργεσιῶν, καὶ παρακαλεῖν | |
| καὶ ἀξιοῦν, θεωροῦντας τὴν προαίρεσιν | |
| ἣν ὁ δῆμος διὰ παντὸς τοῦ χρόνου διατε- | |
| 35 | λεῖ ποιούμενος τῶν κατὰ τοὺς ἀγῶνας |
| ἐνδόξων, καὶ αὐτοὺς ἀκόλουθα πράξαν- | |
| τας συναυξῆσαι τάς τε τοῦ θεοῦ τιμὰς | |
| καὶ τὴν τοῦ δήμου περὶ ταῦτα σπουδὴν | |
| καὶ φιλοτιμίαν, ἀποδεξαμένους τὸν | |
| 40 | ἀγῶνα στεφανίτην, καὶ τάξαντας |
| τοῖς νικῶσι τιμὰς ὡς μεγίστας, εἰδότα[ς] | |
| ὅτι ὁ δῆμος εὐχάριστος ὢν πειράσε[ται] | |
| συναντᾶν αὐτοῖς ἀξίως τῆς εἰς [τὸ] | |
| θεῖον εὐσεβείας καὶ τῆς πρὸς τὴ[ν πόλιν] | |
| 45 | εὐνοίας. πρεσβευταὶ αἱρέθη[σαν] |
| Δημοσθένης Ἐργίνου, Σῖμος Ἀρισ[τοφῶντος]. | |
| face B, back.1 | ἐπὶ Φιλίνου νουμηνίαι μηνὸς Ὑακινθίου. |
| ἔδοξε τᾶι βουλᾶι καὶ τῶι δάμωι, γνώ- | |
| μαι προστατᾶν. ἐπειδὴ τοὶ θεωροὶ τοὶ πα- | |
| ραγε̣ν̣ό̣[μενοι παρὰ] Μ̣ι̣λ̣η̣σ̣ί̣ων φ̣ί̣λ̣ων εὔν- | |
| 5 | των [καὶ συμμάχων ἐπὶ τὰν τῶν Διδ]υ̣μέ- |
| ων? [ἐπαγγελίαν ποτὶ τὸ πλῆ]θ̣ος? [ἐ]π̣ελ- | |
| θόν̣[τες ἐπὶ τὰν βουλὰν καὶ τὸν δᾶμο]ν κα̣ὶ̣ | |
| ποιη̣[σάμενοι λόγους τάν τε φι]λίαν̣ ἐ- | |
| νεφά̣[νιξαν καὶ ἀπελογίξαντο τὰ] δεδ̣ο- | |
| 10 | γμέ̣[να Μιλησίοις περί τε τᾶν] θ̣υσ[ι]ᾶν? |
| ἇν [συντελεῦντι τῶι Ἀπόλλων]ι̣ καὶ̣ τ̣ῶν | |
| ἀγώ̣[νων οὓς προαιρεῦνται αὐτῶι τιθ]έ- | |
| μεν̣ [στεφανίτας· τύχαι τᾶι] ἀγ[αθᾶι], δ̣ε- | |
| δόχ̣θ̣[αι — — — — — — — — —]σ̣θ̣[αι τ]ὰ̣ν | |
| 15 | ἀν[— — — — — — — — — — — — — —]σ̣τά- |
| λα․? [— — — — — — — — — — — — —]ον | |
| ὅπω̣[ς — — — — — — — — — — — — —]νο- | |
| με[— — — — — — — — — — — — — — —]ι | |
| το․[— — — — — — — — — — — — — —]αν | |
| 20 | πο[— — — — — — — — — — — — — —]ς, δο- |
| θῆ[μεν ἐς ἀπαρχὰν τῶι θεῶι (δραχμὰς) ρʹ τοῖς] αἱρη- | |
| μέ[νοις θεωροῖς? ἐς τὰν πανάγυριν] τῶν | |
| Διδ̣[υμείων — — — — — — — — — — Μιλ]η̣σί- | |
| ου[ς? — — — — — — — — — — — — — —]τε | |
| 25 | στ[ά]λ̣[α]ς̣ [— — — — — — — — — — — ἄν]α- |
| γρα̣[— — — — — — — — — — — — τὰν δὲ γι]νο- | |
| μέν̣[αν ἐς ταῦτα δαπάναν τεισάντω τ]ο̣ὶ χι- | |
| ρίζ[οντες τὰν διοίκησιν? τῶν τοῦ θεοῦ] | |
| χρ[ημάτων?]. |