| 1 | Διοκλῆς Φιλίνου εἶπε· ἐπειδὴ τῶν βαρ- |
| βάρων στρατείαν ποιησαμένων ἐπὶ | |
| τοὺς Ἕλλανας καὶ ἐπὶ τὸ ἱερὸν τὸ ἐν | |
| Δελφοῖς, ἀναγγέλλεται τὸς μὲν ἐλ- | |
| 5 | θόντας ἐπὶ τὸ ἱερὸν τιμωρίας τετεύ- |
| χεν ὑπὸ τοῦ θεοῦ καὶ ὑπὸ τῶν ἀνδρῶν | |
| τῶν ἐπιβοαθησάντων τῶι ἱερῶι ἐν τᾶι | |
| τῶν βαρβάρων ἐφόδωι, τὸ δὲ ἱερὸν διαπε- | |
| φυλάχθαι τε καὶ ἐπικεκοσμῆσθαι τοῖς | |
| 10 | ὑπὸ τῶν ἐπιστρατευσάντων ὅπλοις, |
| τῶν δὲ λοιπῶν τῶν στρατευσάντων | |
| τοὺς πλείστους ἀπολώλεν ἐν τοῖς γε- | |
| νομένοις ἀγῶσι ποτὶ τοὺς Ἕλλανας | |
| αὐτοῖς· vvvv ὅπως οὖν ὁ δᾶμος φανε- | |
| 15 | ρὸς ἦι συναδόμενος ἐπὶ τᾶι γεγενημέ- |
| ναι νίκαι τοῖς Ἕλλασι καὶ τῶι θεῶι χαρισ- | |
| τήρια ἀποδιδοὺς τᾶς τε ἐπιφανείας | |
| τᾶς γεγενημένας ἕνεκεν ἐν τοῖς περὶ | |
| τὸ ἱερὸν κινδύνοις καὶ τᾶς τῶν Ἑλλά- | |
| 20 | νων σωτηρίας· vvv ἀγαθᾶι τύχαι, δε- |
| δόχθαι τῶι δάμωι, τὸν ἀρχιθέωρον καὶ | |
| τοὺς θεωροὺς τοὺς αἱρημένους, ἐπεί κα | |
| ἀφίκωνται εἰς Δελφούς, θῦσαι τῶι Ἀπόλ- | |
| λωνι τῶι Πυθίωι βοῦν χρυσόκερω ὑπὲρ | |
| 25 | τᾶς τῶν Ἑλλάνων σωτηρίας καὶ ἐπεύ- |
| χεσθαι τῶι τε δάμωι τῶι Κώιων γίνεσ- | |
| θαι τὰ ἀγαθὰ καὶ μεθ’ ὁμονοίας πολι- | |
| τεύεν ἐν δαμοκρατίαι, καὶ τοῖς ἐπιβοα- | |
| θήσασι τῶν Ἑλλάνων τῶι ἱερῶι εὖ ἦμεν | |
| 30 | ἐς τὸν ἀεὶ χρόνον. ποιήσασθαι δὲ θυσίαν |
| καὶ τοὺς προστάτας τῶι τε Ἀπόλλωνι | |
| τῶι Πυθίωι καὶ τῶι Διὶ τῶι Σωτῆρι καὶ τᾶι | |
| Νίκαι· θυσάντω δὲ τῶν θεῶν ἑκάστωι | |
| ἱερεῖον τέλευν· ἐν ἇι δέ κα ἁμέραι τὰν θυ- | |
| 35 | σίαν ποιῶνται, ἱερὰν τὰν ἁμέραν ἦμεν καὶ |
| στεφαναφορεῖν τοὺς πολίτας καὶ τοὺς | |
| παροίκους καὶ τὸς ἄλλος τὸς ἐνδα- | |
| μεῦντας ἐγ Κῶι πάντας· ὁ δὲ ἱεροκᾶρυξ | |
| ἀνειπάτω ὅτι ὁ δᾶμος ἱερὰν ἄγει τὰν ἁμέραν | |
| 40 | ἐπὶ τᾶι τῶν Ἑλλάνων σωτηρίαι καὶ νίκαι, |
| τοῖς δὲ στεφαναφορήσασι λώϊον καὶ ἄ- | |
| μεινον ἦμεν. τὰν δὲ θυσίαν ποείσθων ἐν | |
| τῶι μηνὶ τῶι Πανάμωι· τοὶ δὲ ταμίαι δόντω | |
| ἐς μὲν τὰν ἐν Δελφοῖς θυσίαν δραχμὰς | |
| 45 | τετρακοσίας, ἐς δὲ τὰν ἐγ Κῶι δραχμὰς |
| ἑκατὸν ἑξήκοντα· τοὶ δὲ προστάται ἐπι- | |
| μεληθέντω ὅπως τοῖς τε θεωροῖς ἀποσ- | |
| ταλῆι τὸ ἀργύριον καὶ ταὶ ἐγ Κῶι θυσίαι γέ- | |
| νωνται· τοὶ δὲ πωληταὶ μισθωσάντω ἀ- | |
| 50 | ναγράψαι τὸ ψάφισμα ἐστάλαν λιθίναν |
| καὶ ἀναθέμεν ἐς τὸ ἱερὸν τοῦ Ἀσκλαπιοῦ. |
Syll.³
398