Decree of the Miletos concerning recognition of the Didymeia Games.  Opisthographic stele of white marble.
[ ] Kos Isl. — Kos — Asklepieion — ca. 210 BC — Syll.³ 590 — IG XII 4,1 153 (a)
face A.1 ἐπὶ Ἱποκράτευς μηνὸς Ἀρτεμιτίου
ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμωι,
γνώμη ἐπιστατῶν, Ἡρακλεώτης
Διονυσοδώρου εἶπεν· ἐπειδὴ τοῦ δή-
5 μου κατὰ τὰ πάτρια τάς τε πανηγύ-
ρεις καὶ τοὺς ἀγῶνας συντελοῦν-
τος ἐν Διδύμοις τῶι Ἀπόλλωνι τῶι Δι-
δυμεῖ, τῆς τε πόλεως καὶ τῆς χώρας
καθιερωθείσης διὰ τὴν ἐν τῶιδε τῶι
10 τόπωι Λητοῦς καὶ Διὸς μεῖξιν καὶ τὰς
τοῦ θεοῦ μαντείας, ἐξ ὧν ἔθνη τε οὐ-
κ ὀλίγα καὶ πόλεις καὶ τῶν βασιλέων
οἱ τετευχότες τῶν μεγίστων <διὰ> τῆς
παρὰ τοῦ θεοῦ συμβουλίας τήν τε καθι-
15 έρωσιν καὶ τὴν ἀσυλίαν ἀνηγόρευ-
σαν ἀπαράκλητοι αὐτοί, τῶι τε θεῶι καὶ
τῆι πόλει τὴν ἀξίαν περὶ τούτων ἀπο-
νείμαντες χάριν, προσήκει δὲ τῶι δή-
μωι πράσσοντι τοῖς ἐξενηνεγμένοις
20 χρησμοῖς ἀκόλουθα τόν τε ἀγῶνα τιθέ-
ναι τῶν Διδυμείων στεφανίτην καὶ
τοὺς Ἕλληνας εἰς ταῦτα παραλαμβά-
νειν, κοινῶν τῶν εὐεργεσιῶν εἰς πάν-
τας αὐτοὺς ὑπὸ τοῦ θεοῦ γεγενημέ-
25 νων, δεδόχθαι τῆι βουλῆι ἑλέσθαι πρεσ-
βευτὰς πρὸς Κώιους φίλους καὶ συμμά-
χους ὑπάρχοντας τοῦ δήμου, τοὺς δὲ αἱ-
ρεθέντας ἀφικομένους ἀπολογίσασθαι
περὶ τῶν διὰ τοῦ μαντείου γεγονότων
30 τοῖς βασιλεῦσι καὶ τοῖς ἄλλοις Ἕλλησι
καὶ περὶ τῶν ὑπὸ τοῦ δήμου πεπραγμένων
εἰς αὐτοὺς εὐεργεσιῶν, καὶ παρακαλεῖν
καὶ ἀξιοῦν, θεωροῦντας τὴν προαίρεσιν
ἣν ὁ δῆμος διὰ παντὸς τοῦ χρόνου διατε-
35 λεῖ ποιούμενος τῶν κατὰ τοὺς ἀγῶνας
ἐνδόξων, καὶ αὐτοὺς ἀκόλουθα πράξαν-
τας συναυξῆσαι τάς τε τοῦ θεοῦ τιμὰς
καὶ τὴν τοῦ δήμου περὶ ταῦτα σπουδὴν
καὶ φιλοτιμίαν, ἀποδεξαμένους τὸν
40 ἀγῶνα στεφανίτην, καὶ τάξαντας
τοῖς νικῶσι τιμὰς ὡς μεγίστας, εἰδότα[ς]
ὅτι ὁ δῆμος εὐχάριστος ὢν πειράσε[ται]
συναντᾶν αὐτοῖς ἀξίως τῆς εἰς [τὸ]
θεῖον εὐσεβείας καὶ τῆς πρὸς τὴ[ν πόλιν]
45 εὐνοίας. πρεσβευταὶ αἱρέθη[σαν]
Δημοσθένης Ἐργίνου, Σῖμος Ἀρισ[τοφῶντος].
Search Help