BCH 59 (1935) 55,2 BCH 59 (1935) 64,3A
[ ] Thessalia (Pelasgiotis) — Larisa — 2nd c. BC — McDevitt 337 — cf. BE (1988) 744
1 ταγευόντουν Κρίτουνος Παυσανιαίοι, Κρατει-
σίπποι Θερσανδρείοι, Θρασυμάχοι Ἀριστουνεί-
οι, Φιλοφείροι Ἀσανδρείοι, Θερσάνδροι Πολυξενε-
[ί]οι, ταμιευόντουν Λυκίνοι Ἀλ[ε]ξανδρείοι καὶ Μενε-
5 κράτεος Εὐστρατ[ι]δαίοι, γυμνασιαρχέντουν
μὲς τᾶς πέτ[ραδος τ]οῖ Ὁμολουίοι Πλειστία Ἀσκα-
λαπιαδαίοι καὶ Δουριμαχαί̣ο̣ι̣ Λαμείοι, vac. ἂτ τᾶ[ς]
μὰ πέμπτας Ἱπποδρομ[ίοι] Αἰσχιναίοι καὶ Φερεκρ[ά]-
τεος Μενεκρατεί[οι]
10                                                                             Ἀπλουνίοι [ὑ]-
στέρα, ἀγορᾶς [ἔνσας, ἀ]γορανομέντος Κρίτουνος Πα[υ]-
σανιαίοι, Κρίτουν[ος Παυσα]νιαίοι λέξαντος· ὀπειδεὶ
Β̣όμβος Ἀλφεί[οι] Α[ἰολεὺς ἀπ’ Ἀλεξαν]δρείας παρεπιδαμεί-
[σ]ας ἐν τᾶ πόλι̣ [ἐπὶ ἁμέρας πλείονα]ς̣ ἐπιδείξις ἐν τοῦ γ[υ]-
15 [μ]νασί[ου ἐποιείσατο εὐδοκίμησέ]ν̣ τε τοῖς πεπραγματευμένοις
αὐτ[οῦ καὶ ἐπεμνάσθη(?) τοῦν γε]γ[ενη]μένουν ἐνδόξουν Λα-
ρισαίοις καὶ [ἠύξησεν τὰν εὐνο]ίαν καὶ φιλίαν ταῖς πολίεσσι π[ὸ]-
θ’ εὑτάς, ὀν[νεουσάμενος] καὶ τὰ φιλάνθρουπα τὰ ὑπάρχοντα
Αἰολείεσσι πὸτ τὰν πόλιν τὰν Λαρισαίουν· ἐποιείσατο μὰ
20 καὶ τὰν ὀστροφὰν [εὐσχαμόν]ους καὶ ὃν τρόπον ἐπέβαλλε ἀν-
δρὶ καλοῦ καὶ ἀγαθοῦ· ἔδοξε τοῦ δάμου τοῦ Λαρισαίουν· ἐπα[ι]-
νείσειν τε Βόμ[βον] Ἀλ[φείοι] Αἰολέα ἀπ’ Ἀλεξανδρείας ἔτ τε
τᾶ ὀστροφᾶ καὶ φ[ιλοτιμ]ία πὲρ τὰν παιδείαν καὶ ἒτ τοῦ τὰ
κάλλιστα τοῦν ἐπιτα[δευ]μάτουν ἐζαλουκέμεν, καὶ δοθέ-
25 μεν αὐτοῦ καὶ ἐσγόνοις πολιτείαν καὶ ἔντασιν καὶ τὰ λοι-
πὰ τίμια ὑπαρχέμεν αὐτ[οῦ] ὅσσα καὶ Λαρισαίοις καὶ ὁπεῖ κε ὁ
[κ]αιρὸς κατενέκει ἐν τοῦ δεύει ἐς τοῦν νόμουν τὰ κὰτ τὰς πολ[ι]-
τείας οἰκονομείσθειν, φροντίσειν τὸς τάγος οὕστε δοθεῖ αὐτοῦ
ἁ πολιτεία. τὸ μὰ ψάφισμα τόνε κύριον ἔμμεν καπαντὸς χρόνοι
30 καὶ τὸς ταμίας ἐσδόμεν ὀνγράψει<ν> αὐτὸ ἐν κίονα λιθίαν καὶ κατα[θέ]-
μεν ἐν τὸ ἱερὸν τοῖ Ἄπλουνος τοῖ Κερδοίοι καὶ τὰν ὀνάλαν κίς κ[ε]
[γί]νειτει δόμεν.  {²vacat 0.165}²   Ἄφροι ὑστέρα, ἀγορᾶς ἔν-
[σας], ἀγορανομέντος Κρατεισίπποιο Ἐρσανδρείοι, Κρατεισίπποιο
[Ἐρ]σανδρείοι λέξαντος· ἔδοξε τοῦ δάμου τοῦ Λαρισαίουν· ὀπειδεὶ
35 [Λε]ύκιος Νικασίαιος Αἰολεὺς ἀπ’ Ἀλεξανδρείας τοῖς παργινομέ-
νοις τοῦν πολιτᾶν ἐν Ἀλεξανδρείαν συμπογγίνειτει καὶ κοινᾶ καὶ καθ’ ἱδ-
[δ]ίαν ἑκάστου μετὰ πάνσας σπουδᾶς καὶ φιλοτιμίας φανερὰν ποέσσ[ας]
[τ]ὰν ἔχουν εὐνοίαν διετέλει πὸτ τὰν πόλιν τᾶν Λαρισαίουν, Κρατεισίπποιο Ἐ-
[ρ]σανδρείοι λέξαντος, ἔδοξε τοῦ δάμου τοῦ Λαρισαίουν ἐπαινείσειν τε
40 Λεύκιον Νικασίαιον ἒτ τᾶ ἄγγρεσι τὰ εἶχε πὸτ τὰν πόλιν καὶ δοθεῖμεν
[α]ὐτοῦ καὶ ἐσγόνοις πολιτείαν καὶ ἔντασιν καὶ τὰ λοιπὰ τίμια ὑπα[ρ]-
χέμεν αὐτοῦ πάντα ὅσσα καὶ Λαρισαίοις ὑπάρχονθι. τὸς μὰ ταγὸς φρ[ον]-
τίσειν οὕστε ὅπεικε κατενέκει ὁ καιρὸς ἐν τοῦ δεύει οἰκονομεί-
σθειν τὰ κὰτ τὰς πολιτείας, δοθεῖ αὐτοῦ πολιτεία· τὸ μ[ὰ] ψ̣ά̣[φισμα]
45 [τόνε] κῦρο̣ν̣ [ἔμμεν καπαντὸς χρόνοι — — — — — — — — — — — —]
Search Help