[ ]
Crete, W. — Aptera [Ion., Teos] — after ca. 170 BC — McC. Teos 16
| 1 | Ἀπτεραίων. |
| Ἀπτεραίων οἱ κόσμοι καὶ ἁ πόλις Τη- | |
| ίων τᾶι βωλᾶι καὶ τῶι δάμωι χαίρειν. | |
| παραγενόμενοι οἱ παρ’ ὑμέων πρεγγευ- | |
| 5 | ταὶ Ἡρόδοτος Μηνοδότω, Μενεκλῆς |
| Διονυσίω τό τε ψάφισμα ἀπέδω- | |
| καν ἐν ὧι ἐγράψατε ψάφισμα ἀνανεώσασθαι | |
| τάν τε συγγένειαν καὶ τὰν προϋ- | |
| πάρχωσαν φιλίαν τά τε δεδομένα | |
| 10 | τίμια ὑπὸ τᾶς ἁμᾶς πόλεως ἐν τοῖς |
| πρότερον χρόνοις καὶ τὰν καθιέρωσιν | |
| τᾶς πόλιος καὶ τᾶς χώρας τῶι Διονύ- | |
| σωι, παρεκαλεῖτε δὲ καὶ ἀναγράψαι | |
| τὸ πρότερον δόγμα ἐν ὁποίῳ κα κρί- | |
| 15 | νωμεν ἱερῶι· διελέγη<σ>αν <δὲ> καὶ οἱ παρ’ ὑ- |
| μῶν πρεγγευταὶ ἀκολούθως τοῖς ἐν | |
| τῶι ψαφίσματι, ἀποφαίνοντες τάν | |
| τε πόλιν εὐσεβῶς διακειμέναν | |
| πρὸς πάντας τὸς θεός, μάλιστα δὲ | |
| 20 | πρὸς τὸν Διόνυσον ὄντ<α> ἀρχαγέταν |
| τᾶς πόλεως, ὧι καὶ καθιερῶσθαι συν- | |
| βέβακε τάν τε πόλιν καὶ τὰν χώραν, | |
| ὑπέρ τε τῶν λοιπῶν πᾶσαν σπου- | |
| δὰν καὶ φιλοτιμίαν ποτάγοντες δι- | |
| 25 | ελέγην· διὸ καὶ δεδόχθαι ἀποκρίνασθαι |
| τῶι δάμωι τῶι Ἀπτεραίων Τηίοις | |
| οὖσιν συγγενέσι καὶ φίλοις διό- | |
| τι ἔν τε τοῖς πρότερον χρόνοις τυγ- | |
| χάνομεν εὐσεβῶς διακείμενοι πο- | |
| 30 | τὶ πάντας τὸς θεός θ’ ἡμῶν [μάλιστα δὲ] |
| καὶ τὸν Διόνυσον δι’ ὃν καὶ πρότερον τάν | |
| τε ἀσυλίαν ὑμῖν ἐδώκαμεν καὶ καθι- | |
| ερώσαμεν τὰν χώραν καὶ τὰν πόλιν, | |
| τετηρηκότες δὲ τὰ προδεδομένα ὑ- | |
| 35 | μῖν φιλάνθρωπα μέχρι τοῦ νῦν πειρά- |
| ξομεν καὶ εἰς τὸν λοιπὸν χρόνον | |
| διαφυλάσσειν ἀν<α>νεωσάμενοι ἃ | |
| παρακαλεῖτε διὰ τοῦ ψαφίσματος καὶ | |
| οὐκ ἀδικέομεν Τηίος συγγενέας | |
| 40 | καὶ φίλος ὑπάρχοντας οὔτε πολέμου |
| οὔτ’ εἰράνας, καθότι οὔτε πρότερον, | |
| πειράξομεν δὲ καὶ ἐάν τινες ἀδικῶν- | |
| τι Τηίος ἢ κατὰ κοινὸν ἢ κατ’ ἰδίαν ἢ κα- | |
| τὰ γᾶν ἢ κατὰ θάλασσαν ἐόντας ἱα- | |
| 45 | ρὸς καὶ ἀσύ<λ>ος, βοαθεῖν αὐτοῖς καθότι |
| ἂν ὦμεν δυνατοί. καὶ ἐάν τινες ὁρμι- | |
| όμενοι ἐξ Ἀπτέρας ἀδικήσωντι Τη- | |
| ίος, εἶναι αὐτὸς ἐνόχος τῶι τῆς ἱερο- | |
| συλίας νόμωι. ἀγγραψάτωσαν δὲ καὶ | |
| 50 | Τήιοι τὰν ἀνανέωσιν ἐς τὸ ἱερὸν |
| τῶ Διονύσω, ὅπως φανερὰ ἦ<ι> πᾶσι τοῖς | |
| Ἕλλησι ἡ τῶν Ἀπτεραίων εὐσέβεια | |
| πρὸς πάντας τὸς θεός. ἀναγραψῶμεν | |
| δὲ καὶ ἁμὲν τό τε πρότερον δόγμα | |
| 55 | καὶ τὰν ἀνανέωσιν ἐς τὸ ἱερὸν τὸ |
| τᾶς Ἀρτέμιδος τᾶς Ἀπτέρας. ἐκαλέσα- | |
| μεν δὲ καὶ ἐπὶ ξένια τοὺς πρεγγευτὰς | |
| [ἐπὶ τ]ὰν κοινὰν ἑ[στίαν]. ἔρρωσθε. |