| {²laurea}² | |
| 1 | Ἀπτεραίων. |
| ἔδοξε τᾶι βωλᾶι καὶ τῶι δάμωι· | |
| Σῶσος Ἀβδία εἶπε· ἐπειδὴ Κάλ- | |
| [λ]ιππος Ἀριστοκρίτω Κῶιος ἰατρὸ[ς] | |
| 5 | ἀποσταλεὶς ὑπὸ τᾶς πόλιος ἀξίω[ς] |
| ἀνέστραπται ἀμφοτερᾶν τᾶν πολ[ί]- | |
| ων κα<τά> τε τὸμ βίον καὶ τὰν τέχναν προ- | |
| θυμίας οὐθὲν ἐλλείπων, πολλός | |
| τε τῶμ πολιτᾶν ἐγ μεγάλαν ἀρρωστ[ι]- | |
| 10 | ᾶν σεσώικει, ἵνα ὦν καὶ ὁ δᾶμος φαίνη- |
| ται τιμῶν τὸς ἀγαθὸς ἄνδρας, | |
| δεδόχθαι τᾶι βωλᾶι καὶ τῶι δάμω[ι]· | |
| ἐπαινέσαι Κάλλιπον Ἀριστοκρ[ί]- | |
| τω Κῶιον ἰατρὸν καὶ στεφανῶ<σαι> αὐτὸ[ν] | |
| 15 | στεφάνωι χρυσέωι ἀρετᾶς ἕν[ε]- |
| κα καὶ εὐνοίας τᾶς εἰς αὐτόν. [δόν]- | |
| τω δὲ αὐτῶι τοὶ ταμίαι ἔς τε τ[ὸν] | |
| στέφανον καὶ πορεῖον στ[α]- | |
| τῆρας τριακοσίος. ἵνα δὲ καὶ Κ[ῶιοι] | |
| 20 | ἀκολουθῶντι τὰν αἵρεσιν τ[— — — —] |
| σαμανάμενοι τοὶ κόσμοι τᾶ[ι δαμο]- | |
| σίαι σφραγῖδι ἐξαποστ[ηλάτω]- | |
| σαν πρὸς αὐτός ∶ καὶ [τὸς Κωίος φί]- | |
| λος ὑπάρχοντας τ[ᾶι πόλει ἐπιμέλει]- | |
| 25 | αν ποιήσασθαι [ὅπως — — — — — —] |
| θέτως τε τὰν [— — — — — — — — —] | |
| ․οις τῶ πραττ̣[— — — — — — — —] | |
| [τ]οῖς Ἀσκλαπ̣[ιείοις. δόμεν δὲ καὶ] | |
| σ̣τάλαι τόπ[ον ἐν τῶι ἱαρῶι τῶ Ἀσκλα]- | |
| 30 | πιῶ ἐν τῶι ἐπ[ιφανεστάτωι τόπωι], |
| ἐς ἃν ἀναγ[ραφήσεται τὸ ψάφισμα] | |
| τῶ δάμω· ἦ[μεν δὲ αὐτὸν πρόξενον] | |
| καὶ εὐεργέ̣[ταν τᾶς πόλιος τῶν Ἀ]- | |
| πταραίω[ν αὐτὸν καὶ ἐκγόνους]. | |
| 35 | vacat |
IC II
iii 3*