[ ]
Crete, Ctr. — Lato [Aeg.Isl., Delos] — ca. 120-115 BC — ID 1514
| 1 | ἀγαθᾶι τύχαι. ἐπὶ τῶν Αἰθαλέων κοσμιόντων Κνωσοῖ μὲν τῶν |
| σὺν Κύδαντι [τ]ῶ Κύδαντος μηνὸς Ἐλχανίω, Λατοῖ δὲ ἐπὶ τῶν | |
| σὺν Διοκλεῖ τῶ Ἡρώ<ι>δα μηνὸς Βακινθίω, ἐν δὲ Ὀλόντι τῶν σὺν Τη- | |
| λεμάχῳ τῶ Γνώμιος μηνὸ[ς] Ἀ[γρια]νίω, πρειγευσάντων Κνωσίων | |
| 5 | τᾶς πόλιος ἐπί τε τὰν τῶν Λατίων πόλιν καὶ ἐπὶ τὰν τῶν Ὀλοντί- |
| ων καὶ παρακαλεσάντων τὰμ μὲν ἐνεστακυῖαν πορτ’ ἀλλάλονς | |
| διαφορὰν καὶ ἀμειξίανς ἆραι, περὶ δὲ τῶν ἀμφιλλεγομένων | |
| πόλι πορτὶ πόλιν δόμεν αὐτοῖς τὰν ἐπιτροπάν. vacat | |
| ἔδοξε Λατίοις καὶ Ὀλοντίοις ἐπακολουθῆσαι καθῶς παρακα- | |
| 10 | λίοντι Κνώσιοι· καὶ ἔδωκαν [τ]ὰν ἐπιτροπὰν πάντα περὶ |
| πάντων· κρινόντων δ’ ἁ πόλις τῶν Κνωσίων οἵ κα ἐπὶ Κύδαν- | |
| τος κοσμίωντι ἐν δεκαμήν[ωι] ἅ κα αὐτοῖς δοκῇ δίκαια ἦμεν· | |
| τὰ δὲ κριθέντα καὶ ἀναγραφέ[ντα] ὑπὸ τῶν Κνωσίων βέβαι[α] | |
| καὶ κύρια ἦμεν ἐς τὸν ἅπαντα [χρό]νον καὶ μηκέτι ὑπολεί- | |
| 15 | πεσθαι αὐτοῖς ἔγκλημα μηθὲμ [παρ]ευρέσει μηδεμιᾶι· καὶ ἀν- |
| γραφήτω τὰ εὐδοκημένα κα[․․․․]εντα Κνωσοῖ μὲν ἐν τ[ῶι] | |
| ἱαρῶι τῶ Ἀπόλλωνος τῶ Δελφι[δίω] καὶ ἐν τῶι ἱαρῷ τῶ Ἄρεος | |
| [τῶι] Δέρᾳ ἐν στάλαι, Λατοῖ δὲ ἐν [τῶι] ἱαρῶι τᾶς Ἐλευθυίας, ἐ[ν δὲ] | |
| [Ὀλόντ]ι ἐν τῶι ἱαρῷ τῶ Ζηνὸς τῶ [Ταλλ]αίω, vacat ἐν δὲ [Δ]ά[λωι] | |
| 20 | [ἐν τῶι ἱαρῶι τῶ Ἀπόλλω]νος· vacat δό[ντων] δὲ Λάτιοι [καὶ Ὀλόν]- |
| [τιοι τούτω τῶ ἐγγρόφω ἑκά]τερο[ι χέρα] τᾶι τῶ[ν Κνωσίων πόλι] | |
| [καὶ αὐτοσαυτοῖς· ὑπὲρ δὲ] το[ῦδε τῶ ἐγγρό]φω ἐ[ς Δᾶλον ἀποστη]- | |
| [λάντων, (κτἑ)]. | |
| [δὲ κόσμοι οἱ τόκ’ ἀεὶ κοσμίοντες ἐπα]ναγκαζόν- | |
| 25 | [των ἀποδιδόμεν τὸς ἔχοντας, ἀζ]ήμιοι ἰόντες |
| [καὶ ἀνυπόδικοι. ἀγγράψαι δὲ] τόδε τὸ δόγμα εἰς | |
| [τὸ ἱερὸν τοῦ Ἀπόλλωνος τ]οῦ Δεκαταφόρου τὸν | |
| γραμματέα τᾶς πόλιος. ἐξ]ενοτροφήθεν δὲ καὶ οἱ | |
| πρειγευταὶ καθὼς καθέσταται. |