[ ]
Crete, Ctr. — Lato [Aeg.Isl., Delos] — ca. 120-115 BC — ID 1513
| A.1 | ἀγαθᾶι τύχαι. πρειγευσάντων Κνωσίων τᾶς πόλιος ἐπὶ τὰς πό- |
| λεις τάν τε τῶν Λατίων καὶ τῶν Ὀλοντίων καὶ παρκαλεσάν- | |
| των δόμεν αὐτοῖς ἐξαρχίδιον τὰν ἐπιτροπὰν περὶ ὧν | |
| καὶ πρὸ τῶ, ἔδοξε Λατίοις καὶ Ὀλοντίοις κοινᾶι βωλευσα- | |
| 5 | μένοις, ἐπὶ κόσμων Κνωσοῖ μὲν τῶν σὺν Νενναίω<ι> τῶ |
| Μοψείω, μηνὸς Σπερμίω δευτέραι, Λατοῖ δὲ ἐπὶ τῶν σὺν Διο- | |
| κλεῖ τῶ Ἡρώιδα, μηνὸς Θιοδαισίω δευτέραι, ἐν δὲ Ὀλόντι | |
| τῶν σὺν Μενοντίδαι τῶ Ἀκάσσονος, μηνὸς Ἐλευσυνίω | |
| δευτέραι, δόμεν τὰν ἐπιτροπὰν Λατίος καὶ Ὀλοντίος | |
| 10 | τᾶι τῶν Κνωσίων πόλι περὶ τῶν ἀμφιλλεγομένων αὐτοῖς |
| πόλι πορτὶ πόλιν πάντα περὶ πάντων, καὶ θέμεν στάλαν ἐ- | |
| ν ἁμέραις τριάκοντα, Κνωσοῖ μὲν ἐν τῶι ἱαρῶι τῶ Ἀπόλλωνος | |
| τῶ Δελφιδίω καὶ ἐν τῶι ἱαρῶι τῷ Δέραι, Λατοῖ δὲ ἐν τῶι τᾶς Ἐλευ- | |
| θυίας, ἐν δὲ Ὀλόντι ἐν τῶι ἱαρῶι τῶ Ζηνὸς τῶ Ταλλαίω, ἄλλαν | |
| 15 | δὲ κοινᾶι ἐν Δάλωι ἐν τῶι ἱαρῶι τῶ Ἀπόλλωνος. ὑπὲρ δὲ τοῦ- |
| δε τῶ τιθεμένω ἐνγρόφω ἐς Δᾶλον ἀποστηλάντων οἵ τε | |
| Κνώσιοι καὶ οἱ Λάτιοι καὶ οἱ Ὀλόντιοι πορτὶ τὸν ἐπιμελη- | |
| τὰν πρειγείαν καὶ γράμματα ἐν ἁμέραις τριάκοντα, ὥστε στᾶ- | |
| [σα]ι στάλαν ἐς ἃν ἀναγραφησ[εῖ] τὰ δεδογμένα. καὶ ταῦτα ἔσ- | |
| 20 | τω κύρια. κρινόντων δὲ οἱ Κνώσιοι ἐν ἑξαμήνωι ἄρχοντος |
| μηνὸς Καρωνίω τῶ ἐπὶ Νενναίω {ι}, ὡς δὲ Λάτιοι ἄγοντι μηνὸς | |
| ․αρ̣τιωβιαρίω, ὡς δὲ Ὀλόντιοι ἄγοντι μηνὸς Δελφινίω. καὶ κύ- | |
| ριοι ἔντων οἱ Κνώσιοι ἀνγράφοντ[ε]ν τὸ γενόμενον κρίμα ἐμ μὲν | |
| ταῖς ἐν Κρήτᾳ στάλαις ἐν ἁμέραις τριάκοντα, ἐς δὲ Δᾶλον ἐξα- | |
| 25 | ποστηλάντων ἐν ταῖς αὐταῖς ἁμέραις· εἰ δέ κα παργένηται |
| ὁ πρειγευτὰς ὁ ἀπεσταλμένος [ὑ]πὸ τῶν Κνωσίων ἐς Δᾶλον, | |
| κύριος ἔστω ἀγγράφων ἐς τὰν αὐτὰν στάλαν τὸ κρίμα. τὰ δὲ | |
| κριθέντα καὶ ἀγγραφέντα ὑπὸ τῶν Κνωσίων βέβαια καὶ κύρια | |
| ἦμεν ἐς τὸν πάντα χρόνον, καὶ μηκέτι ὑπολείπεσθαι αὐτοῖς | |
| 30 | περὶ μηθενὸς ἔνκλημα μηθὲν παρευρέσει μηδεμιᾶι. δόντων δὲ |
| Λάτιοι καὶ Ὀλόντιοι τούτω τῶ ἐγγρόφω ἑκάτεροι χέρα τᾶι τῶν Κνω- | |
| σίων πόλι καὶ αὐτοσαυτοῖς. ἐγγύος δὲ καταστασάντων ἐν ἁμέ- | |
| ραις εἴκοσι Κνωσίος διὰ τῶ Κνωσοῖ χρεωφυλακίω ὑπὲρ τούτω τῶ ἐγ- | |
| γρόφω οἵ τε Λάτιοι καὶ οἱ Ὀλόντιοι τοῖς Κνωσίοις ἑκάτεροι ἀργυρίω Ἀ- | |
| 35 | λεξανδρείων ταλάντων δέκα, [ἐ]φ’ [ὧ]ι ἐμμενίοντι ἐν τούτῳ τῷ ἐγγρόφῳ |
| καὶ ἐν τοῖς κριθένσι ὑπὸ τᾶς πόλε[ο]ς. ὁπότεροι δὲ μὴ ἐμμένοιεν, τὰν | |
| πρᾶξιν ἦμεν ἐκ τῶν ἐγγύων, καὶ οἱ τῶν Κνωσίων κόσμοι πράξαν- | |
| τες ἀποδόντων τοῖς ἐμμένον[σ]ι, καὶ πάντως ἔστω τὰ κριθέντα | |
| κύρια. ἔντων δὲ οἱ ἔγγυοι μέστα κα ἡ κρίσις ἐπιτελεσθῆι καὶ ἀγγρα- | |
| 40 | φῆι καθὼς προγέγραπται. εἰ δέ τί κα δόξῃ ὕστερον ταῖς πόλεσι Κνω- |
| σίοις καὶ Λατίοις καὶ Ὀλοντίοις ἢ πορτιγράψαι ἢ ἀφελέν, ταῦτα | |
| ἔστω κύρια. vacat | |
| B.43 | ἀγαθᾶι τύχαι. ἐπὶ Σαραπίωνος ἄρχοντος, μηνὸς Πυανοψι- |
| ῶνος. ὁ παραγενόμενος πρεσβευτὰς παρὰ τᾶς πόλεος | |
| 45 | τᾶς Κνωσίων Ἀγησίπολις Ἀγαθάνδρω ποτανέγραψε |
| τὸ ὑποτεταγμένον ψάφισμα, συνευ{ε}δοκιόντων {²⁶συνευδοκιόντων}²⁶ | |
| καὶ τῶν παραγενομένων πρεσβευτᾶν, παρὰ μὲν τᾶς | |
| Λατίων πόλεος Ἀρισστάνδρω τῶ Γλαυκία, παρὰ δὲ | |
| τᾶς Ὀλοντίων πόλεος Ἰκαδίωνος τῶ Ἀρχικώμω, κατὰ τὰ ἀ- | |
| 50 | ποδοθέντα ποτὶ τὸν ἐπιμελητὰν παρὰ τᾶν πόλεων γράμματα. |
| ἔδοξε Λατίοις καὶ Ὀλοντίοις κοινᾶι βουλευσαμένοις, συν- | |
| ευδοκησάντων καὶ Κνωσίων, ἀμβαλὲν ὑπερθεμένοις | |
| κατὰ τὰν ἐπιτροπὰν τὸν προγραμμένον χρόνον ἐν τᾶι | |
| στάλαι, τὸν ἐπὶ Νενναίω {ι} Κνωσοῖ κόσμω καὶ Διοκλεῖος Λα- | |
| 55 | τίω καὶ Μενοντίδα Ὀλοντίω· ἐγγράψαι δὲ ὥστε κυρίος ἦμεν |
| κρίνοντας Κνωσίος ἐν μησὶν δεκαδύο, ἄρχοντος μηνὸς Νε- | |
| κυσίω ἐπὶ Ἀγήμονος Κνωσοῖ κόσμω, Λατοῖ δὲ ἐπὶ τῶν σὺν Κυ- | |
| δάννωι τῶι Ἐνίπαντος μηνὸς Θεσμοφορίω, ἐν δὲ Ὀλόντι ἐπὶ | |
| τῶν σὺν Ἀντικλεῖ τῶ {ι} Εὐβώλω {ι} μηνὸς Ἀπελλαίω. | |
| 60 | δόντων δὲ Λάτιοι καὶ Ὀλόντιοι τούτω τῶ ἐνγρόφω ἑκάτε- |
| ροι χέρα τᾶι τῶν Κνωσίων πόλει καὶ αὐτοσαυτοῖς. |