[ ] Crete, Ctr. — Knosos [Aeg.Isl., Kos] — 221-219 BC
See also:
1 Κνωσίων οἱ κόσμοι καὶ ἁ πόλις Κώιων τᾶι βωλᾶι καὶ τῶι δ-
μωι χαίρειν. ἐπειδὴ πρεσβευσάντων Γορτυνίων πρ-
ὸς ὑμὲ ὑπὲρ ἰατροῦ καὶ ὑμῶν φιλοτίμως σπευσάντων
καὶ ἀποστειλάντων αὐτοῖς Ἑρμίαν ἰατρόν, στάσιος δ-
5 ὲ γενομένας ἐγ Γόρτυνι καὶ ἐλθόντων ἁμίων κατ[ὰ]
τὰν συμμαχίαν ἐς τὰμ μάχαν τ[ὰγ Γορτυνίοις γεν]-
[ομένα]ν ἐν τᾶι πό[λει, συνέ]βα τινὰς τῶμ πολι[τᾶν καὶ τ]-
ῶν ἄ̣λ̣λων τῶν συνελ̣θόντων παρ’ ἁμίων ἐπὶ [τὰμ μά]-
χαν τραυματίας τε γενέσθαι καὶ πλείους ἐκ τ[ῶν]
10 τραυμάτων ἀρωστίαις οὐ ταῖς τυχούσαις π[εριπε]-
σεῖν, Ἑρμίας ὑπάρχων ἀγαθὸς ἀνὴρ τότε τε πᾶσ[αν σ]-
πουδὰν ἐποήσατο ὑπὲρ ἁμίων καὶ διέσωσε αὐτο[ὺς ἐγ]
μεγάλων κινδύνων ἔν τε τοῖς λοιποῖς ἀπροφα[σίστ]-
ως διετέλει συναντῶν τοῖς παρακαλοῦσι [αὐτό]-
15 ν, πάλιν τε γενομένας μάχας περὶ Φαιστὸν π[ολλ]-
ῶν τραυματιᾶν γενομένων καὶ̣ ὡσαύτως πολλ[ῶν κι]-
νδυνευσάντων ἐν ταῖς ἀρωστίαις πᾶσαν [σπου]-
δὰν ἐν ταῖς θεραπείαις ποιούμενος διέ[σωσε αὐτοὺς]
ἐγ μεγάλων κινδύνων ἔν τε [τοῖς λοιποῖς παρέχων]
20 [αὑτὸν πρόθ]υμον τ[οῖς παρακαλοῦσι αὐτὸν — — — —]
[— — — — — — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us