[ ] Africa Proc. — Carthago — 2nd/3rd c. AD — IGRR 1.941
1 [ὁ]ρ[κ]ίζω σε ὅστις ποτ’ οὖν ε[ἶ, ν]εκ[υδ]αίμ[ων][ω]ρε, κα-
τ[ὰ] το̣ῦ̣ θ[εοῦ καὶ τῶ(?)]ν ὄντων ἐν̣ α̣[υδυν]ασ[οι] πα[ρακ․οαινα․]
[—]υαγηαθεα [σιμουε]βουαρρ[η] εκ̣αρωφασι ε[υ]ν̣υ̣θ̣κ̣α̣
σε[υρωαι ηχ]μα[σ]ιρουχ̣τα[— —]ε[— —]αθελ̣χ̣τ̣α̣σνε[—]συ̣εκ̣[—].
5 κατάδησον τοὺς ἵππ[ους τοῦ(?) ῥοσέου καὶ τοῦ]
[ἀλ]β[ο]ῦ ὧν τὰ [ὀνόμ]ατά σοι κατ[ατ][θηκα, — — — — — — —]
[—] Ἐρυθραῖον Ἀρβοῦστον Παρᾶτον Παράσ{σ}ιτον {²⁶Παράσιτον}²⁶
Π̣ρ̣[—]ε Οὐαλέντε [— —]α[—] Ἀ̣[μα]τ[ῶ]ρε [— — —]με[— —] Ἰνδ[ό]-
μιτον· [κατάδησον αὐτοῖς τὴν ψυχὴν] τὸ-
10 [ν] δρ[ό]μον τ[ὴ]ν δύναμιν [τ]ὴν ὁρμ[ὴν τὴ]ν [τα]χύτ[ητ]α, ἄφελ-
ε αὐτῶν τὴν νείκην, ἐμπόδισον αὐτοῖς τοὺς
πόδας, ἔκκοψ[ον ἐ]κνεύρ[ω]σ[ον ἐ]ξά[ρθρωσον αὐτοὺς ἵ]να μὴ [δυ]-
[νασθῶσιν τῇ] αὔριον ἡμέρᾳ ἐλθόντες ἐν τῷ
[ἱπποδρόμῳ μήτ]ε τρέχειν μήτε πε[ρι]πατεῖν μήτε νεικ-
15 ῆσαι μηδὲ ἐξελθεῖν τοὺς πυλῶνας τ[ῶ]ν
ἱππαφίων μή[τε] προβα[ί]ν[ειν τ][ν][ρί]αν μήτε τὸν [σ]-
[πάτιον] μηδὲ κυκλεῦσαι τοὺς καμπτῆ-
ρας, ἀλ[λὰ] π[εσ]έτωσ[αν σὺν τοῖς ἰδίοις ἡνιόχο]ις,
Διονυσίῳ τοῦ ἀλβοῦ καὶ Σο̣υ̣περστιά-
20 νῳ· ἐπιτάσσουσιν γάρ σοι [— — —]α ὠρεο̣βα[ζαγ]-
[ρ]α αλαβαθ βαρ̣β̣α̣σ̣ρ̣ο̣[— —]ν.
κα[τ]άδ[ησον τοὺς ἵππους τοῦ ῥοσέου(?) κ]α[ὶ το]ῦ ἀλβοῦ ὧ-
ν τὰ ὀνόματά σοι κατατέθηκα, Λυν-
καῖον Ρ[—]α[— —]αργαρ̣ε[—]αουδ[—]ιον Ἐρυθρα-
25 ῖ̣ον Ἀρβοῦστον Παρᾶτον Παρ-
[ά]σιτον Ατ̣ε̣[—]ρ̣[— —]ν[— —]ν Οὐαλ-
έντε Κόρινθον Τεμεράριο-
ν Ἰνδ[ό]μι[τ]ον· κατάδ[ησ]ον αὐτοῖς δρό-
μον πόδας νείκην ὁρμ-
30 ὴν ψυχὴν ταχύτητα ἵνα μὴ δυνα-
σθῶσιν τῇ αὔριον ἡμέ-
ρᾳ ἐ[λ]θ[ό]ντες ἐν τῷ ἱπποδρόμῳ μ-
ήτε τρέχειν μήτε περ-
ιπατεῖν μήτε νεικῆσαι μ-
35 ηδὲ κυκλεῦσαι τοὺς
καμπτῆρας, ἀλλ[ὰ] πεσέτωσα-
ν σὺν τοῖς ἰδίοις ἡ-
νι[ό]χοις, Διονυσίῳ καὶ Σου-
περστιάνῳ· κα-
40 τάδησον αὐτ[ο]ῖς τὰς χε[ῖ]-
ρας, ἄφελε αὐ-
τῶν τὴν νείκην τὴν
ἀπόβασιν κα-
ὶ τὴν ὅρασι[ν] ἵνα μὴ
45 δυνασθῶ-
σιν βλέπειν τοὺς
ἰδίους ἀν-
τιπάλους ἡνιοχο-
ῦντες,
50 ἀλλὰ μᾶλλον
[π]εσέ-
τωσαν σὺν
τοῖς
ἰδί[ο]ις ἵπποις·
55 [ἤ]δη, ταχύ.
Search Help
Contact Us