[ ]
Italia — Roma — undated — IG XIV 1721 — GVI 773
| 1 | δοιὼς Ἱππομέδοντας ὁμὰ χθὼν ἅδε καλύπτηι |
| παῖδά τε καὶ γενέταν ἄμφω ἀποφθιμένως, | |
| παῖδα μὲν ἐς λαιὰν ἐσιόντων χῆιρα τεθέντα, | |
| δεξιάδαν δ’ ἐτάφη γηραὸς Ἱππομέδων· | |
| 5 | ἀμφοτέροις δ’ ἐπέθηκε χυτὰν κόνιν Ἱπποδάμεια, |
| μάτηρ Ποικιλίω, ἐκγόνω ἀμφοτέρων· | |
| ὅς <σ>φισι τώσδε τάφως ἐνεώσατο, τείχισε δ’ ἅιδαν, | |
| πάππωι καὶ θείωι λοισθοτάτας χάριτας. |