[ ]
Italia — Roma — undated — IG XIV 1722 — GVI 715
| 1 | Φλῶρος Καικιλίου Στάκτης θ’ ἅμα δεῦρ’ ὑπόκειται |
| ἐξ ἄλλου τύμβου δεύτερα κλαιόμενος, | |
| ἓξ ἐτέων ὥρης, ὀλίγον δέμας, ἀλλὰ τέληον | |
| θρεπτῆρσιν λείπων ἡλικίης ἔλεον, | |
| 5 | [καὶ τό]ν̣δ’ οὐκ ἄκλαυτον ἔχων τάφον· οὐδὲ γὰρ ἔνθα |
| φείσαντο προτέρων μνησάμενοι δακρύων. | |
| δείλαιοι τροφέων κειναὶ χέρες αἳ συνέλεξαν | |
| τὴν ὀλίγην σποδιὴν οὐκ ὀλίγης ὀδύνης. |