[ ]
Kalymna Isl. — Sanct. of Apollo — arbitration of Knidos — early 3rd c. BC — SGDI III,1 3591/3592 — Syll.³ 953
See also:
| face A.1a | {²vestigia praescriptionis(?) incerta}² |
| 1 | [ἔδοξε τᾶι βουλᾶι καὶ τῶι δάμωι, γνώμα στρ]α̣ταγῶν Λευντιάδα το- |
| [ῦ δεῖνος, τοῦ δεῖνος — — — — — — — — —]․․λ̣ωνος, Πειθαράτου το- | |
| [ῦ δεῖνος, τοῦ δεῖνος — — — — — — — —] τ̣οῦ Ἀκροτέλευς, Ἐρασικλ- | |
| [εῦς τοῦ δεῖνος, τοῦ δεῖνος τοῦ δεῖνος π]ε̣ρὶ τᾶς δίκας ἇς ἐδικάζε- | |
| 5 | [το τὰ παιδία τὰ Διαγόρα τοῦ Παυσιμάχ]ο̣υ μετὰ ἐπιτρόπων Φιλί- |
| [νου τοῦ Διοκλεῦς, Ἀριστοδάμου, Ἀγλάου], Τ̣εισία̣, Ἀριστέως τᾶι πό- | |
| [λι τᾶι Καλυμνίων· ἐπεὶ τῶι δάμωι γραφ]ὰ̣ν ἔθεντο τὰ Δια<γ>όρα παι- | |
| [δία καὶ τοὶ ἐπίτροποι Φιλῖνος Διοκλεῦς], Ἀ̣ρ̣ι̣σ̣τόδαμος, Ἄγλαος, Τ- | |
| [εισίας, Ἀριστεύς, νῦν δὲ καὶ ἁ πόλις ἁ Κα]λ̣υ̣μνίων τοὺς προδίκου- | |
| 10 | [ς ἀπέστειλε κομίζοντας ἀντιγραφὰ]ν̣ {Ρ} Ἀρατί̣δ̣[α]ν̣, [Ἐ]π̣[ίγ]ο̣ν̣[ον? ․․․․] |
| [— — — — — — — — — — — — — — — — —]σ̣θένη̣, Θηβάδ[αν κατὰ τὸ] | |
| [παρὰ βασιλέως Δαματρίου ποτίταγμα] τὸ̣ Κ̣α̣λυμνίω̣ν̣ [τε κ]α̣[ὶ Κώι]- | |
| [ων δάμοις ἀποσταλὲν καὶ τοὺς κοινοὺς λό]γ̣ου̣ς̣ τοὺς γεν̣[ομένου]- | |
| [ς ἑκατέροις, δεδόχθαι· προλέγειν] τ̣ο̣ὺ̣ς̣ στρατα̣γ̣[οὺς τᾶς δίκας] | |
| 15 | [ἁμέραν τοῖς τε Διαγόρα παισὶ καὶ τᾶι πό]λ̣ι τᾶι Καλυμνίων. vacat |
| [ἐπεὶ δὲ ἑκάτεροι τὰ γράμματα κεχρημα]τ̣[ι]σ̣μένοι ἐντί, λαβόντ[ω] | |
| [τοὶ στραταγοὶ τοὶ ἐν ἀρχᾶι παρὰ τῶν] Δ̣ι̣α̣γόρα παιδίων καὶ τῶν ἐ- | |
| [πιτρόπων ἀντίγραφα τοῦ ἐγκλήματο]ς̣ ὅ κ̣α̣ ἐ̣νκαλῆι τὰ Δια<γ>όρα π- | |
| [αιδία περὶ τοῦ Παυσιμάχου χρέως πρὸ] ἁ̣μερᾶ̣ν̣ πέντε· εἰ δέ κα μ- | |
| 20 | [ὴ ἀποδῶντι τὸ ἔγκλημα τοῖς στραταγοῖ]ς̣ κ̣α̣τὰ τὰ γεγραμμένα, μὴ |
| [εἰσαγόντω τὰν δίκαν τοὶ στραταγοί· λαβόν]τω δὲ καὶ ἀντίγραφα τᾶ[ς] | |
| [ἀντιγραφᾶς τᾶς δεδομένας τοῖς Καλυμ]νίων προδίκοις πρὸ ἁμε̣ρ̣- | |
| [ᾶν πέντε· εἰ δέ κα μὴ δῶντι Καλύμνιοι, ν]ικᾶν τὰ Διαγόρα παιδία κρι[ν]- | |
| [όντ]ω̣, ο̣ὐ̣δὲ τὸ ἐπικαλεύμ[ενον ἔχειν τινὰ] τῶν γεγραμμένων ο{ικαγ [γενέσθαι τοὺ]} | |
| 25 | [ὔτ]ε̣ {²⁶οὔτε}²⁶ ἔλασσον τούτου· ἐξορκῶν̣[τω δὲ πρὸ το]ῦ δικαστηρίου πρὶν τὰν [δ]<ίκαγ γενέσθαι τοὺ>- |
| ς̣ δικαστὰς τοὺς δικάζοντας ἱ[ερῶν καιομέ]ν̣ω̣ν· ὁ δ̣ὲ̣ ὅρ̣κ̣ος ἔστ̣ω̣ ὅ̣δ̣- | |
| ε· ναὶ τὸν Δία καὶ τὸν Ἀπόλλω τὸν Λύκι̣[ον καὶ τὰν Γᾶν δικασσέω περὶ] | |
| ὧν τοὶ ἀντίδικοι ἀντώμοσαν κατὰ γν̣[ώμαν τὰν οὔσαν δικαιοτάτα]- | |
| ν, καὶ οὐ δικασσέω κατὰ μάρτυρα εἴ κα μὴ [δοκῆι ἀλαθέα μαρτ]- | |
| 30 | υ̣ρεῖν, οὐδὲ δῶρα ἔλαβον τᾶς δίκας ταύτας ἕ[νεκεν παρ’ οὐδενὸς] |
| [ο]ὔτε αὐτὸς ἐγὼ οὔτε ἄλ<λ>ος οὔτε ἄλλα ἐμὶν̣ [τέχναι ἢ μαχανᾶι οὐδ]- | |
| εμιᾶι· εὐορκεῦντι μέμ μοι εὖ εἶμεν, ἐπιορκεῦντ̣[ι δὲ τὰ ἐναντία]. | |
| τὰ δὲ ψαφίσματα καὶ τὰς προκλήσις καὶ εἴ τί κα ἄλλο δέ̣[ον ἐγ δα]- | |
| μοσίου φέρηται, τιθέσθων ἐπὶ τὸ δικαστήριον τοὶ ἀν̣[τίδικοι ἑκ]- | |
| 35 | άτεροι ἐσφραγισμένα τᾶι δαμοσίαι σφραγίδι πόλιος ἑκα[τέρας] |
| καθά κα ἑκατέρα ἁ πόλις ψαφίξηται, καὶ παραδόντω τοῖς στρατ- | |
| αγοῖς, τοὶ δὲ στραταγοὶ λύσαντες ἐγδιδόντω ἐς τὸ δικαστήριο- | |
| ν πάντα τὰ γράμματα ἀμφοτέροις τοῖς ἀντ̣ι̣δίκοις. τιθέσθων δὲ κα[ὶ] | |
| τὰς μαρτυρίας ἑκάτεροι πρὶν οὗ λέγεσθαι τὰν δίκαν. λεγέσθω δὲ | |
| 40 | τᾶς δίκας ὁ μὲν πρᾶτος λόγος ἑκατέροις ποτὶ χόας δεκαοκτώ, ὁ δὲ |
| δεύτερος ποτὶ χόας δέκα. συναγόρους δὲ ἐξέστω ἑκατέροις | |
| π̣αρέχεσθαι τέτορας, ἐξέστω δὲ καὶ μαρτυρὲν τοῖς συναγόροις. | |
| τὰ δὲ ψαφίσματα καὶ τὰς προκλήσις καὶ τὰν γραφὰν τᾶς δίκας καὶ εἴ τί κ- | |
| α ἄλλο ἐγ δαμοσίου φέρηται ἀναγινωσκέτω ὁ γραμματεὺς ὅν κα ἑ- | |
| 45 | κάτεροι παρέχωνται, καὶ τὰς μαρτυρίας ἄνευ ὕδατος· ὁ δὲ μάρτ- |
| υρ ὁ μὲν δυνατὸς ἐὼν παρεῖμεν, μαρτυρείτω παρεὼν ἐπὶ τοῦ δικα̣- | |
| στηρίου, τοὶ δὲ ἀδύν[α]τοι τῶν μαρτύρων παραγενέσθαι ἐπὶ τὸ δικ̣- | |
| αστήριον ἐγμαρτυρησάντω ἐπὶ τῶν προστατᾶν ἐν ἑκατέρα[ι] | |
| τᾶι πόλι τετάρται ἐξ ἰκάδος μηνὸς Βατρομίου ὃν Καλύμνιοι ἄγοντ[ι], | |
| 50 | Κῶιοι δὲ Καφίσιον, παρεύντων τῶν ἀντιδίκων, εἴ κα χρείζωντι παρῆ- |
| μεν, τοὶ δὲ μάρτυρες π[ο]τομνύντω τὸν νόμιμον ὅρκον ἐπὶ τὰμ μ- | |
| αρτυρίαν ἀλαθέα μαρτυρεῖν καὶ μὴ δυνατοὶ ἦμεν παραγενέσθαι ἐπὶ [τ]- | |
| ὸ δικαστήριον· τοὶ δὲ προστάται τὰς μαρτ̣υ̣ρ̣[ία]ς τὰς ἐγμαρτυρηθείσα- | |
| ς ἐπ’ αὐτῶν ἐπισαμαινέσθω τᾶι δαμοσί[αι σφρα]γίδι, παρασαμαινέσθω δὲ | |
| 55 | καὶ τῶν ἀντιδίκων ὁ χρείζων, ἀντίγραφα [δ]ὲ̣ διδόντω τοὶ προστάται τ- |
| αυτᾶν τᾶν μαρτυριᾶν παραχρῆμα τοῖς ἀντιδίκοις. ἀποστειλάντω δὲ | |
| τοὶ προστάται τᾶμ̣ [μ]ὲ̣ν ἐν Κῶι μαρτυρηθεισᾶν μαρτυριᾶν πασᾶν ἀν- | |
| [τί]γραφα, τὰ μὲν ἐσ[φρ]αγισμένα τᾶι δαμοσίαι σφραγίδι, τὰ δὲ ἀσφράγισ- | |
| [τα] ἐπὶ τοὺς προσ[τ]ά̣τας τοὺς ἐν Καλύμναι ἐν ἁμέραις ἴκατι ἀφ’ οὗ κα ἐγμαρ- | |
| 60 | [τυρ]ηθῆι· ἀποστ<ει>λάντω δὲ καὶ τοὶ προστάται τοὶ ἐν Καλύμναι τᾶν μ- |
| [αρτ]υρ̣ιᾶν τᾶν ἐγμαρτυρηθε[ι]σᾶν ἐφ’ αὑτοῖς ἀντίγραφα πασᾶν, τὰ μὲν ἐσφρ- | |
| αγισμένα τᾶι δαμοσίαι σφραγίδι, τὰ δὲ ἀσφ<ρ>άγιστα ποτὶ τοὺς προστά̣[τ]- | |
| ας τοὺς ἐγ Κῶι ἐν ἁμέραις ἴκατι ἀφ’ οὗ κα ἐγμαρτυρηθῆι καὶ τὰ ἄλλα | |
| ποιούντω τοὶ προστάται περὶ τᾶν ἐγμαρτυριᾶν καθάπερ καὶ τοὺς ἐ- | |
| 65 | ν̣ Κῶι προστάτας γέγραπται ποιεῖν· τοῖς δὲ παραγενομένοις Καλυμ- |
| νίων εἰς Κῶν ἐπὶ τὰν ἐπάκουσιν τᾶν μαρτυριᾶν ἀσ̣φ[άλειαν παρεχ]έ̣τ̣- | |
| ω ἐν Κῶι Φιλῖνος. διδόντω δὲ καὶ ἀνάκρισιν τοὶ σ[τραταγοὶ τῶν μαρ]- | |
| τύρων ἑκατέροις καθ’ ἕνα μετὰ τοὺς πράτους [λόγους τᾶς δίκας]· | |
| ἀνακρινάντω δὲ καὶ τοὺ̣ς μάρτυρας ἑκάτεροι ὅ[σα μὲν τᾶς δίκας ἱ]- | |
| 70 | κνεῖται, ἄλλο δὲ μηδέν, καὶ τὸ ἐρωταθὲν ὑπὸ τ[οῦ μάρτυρος ἀνα]- |
| γ̣καζόντω τοὺς ἀντιδίκους τοὶ στραταγ[οὶ εἰπεῖν, εἴ κα μὴ συνῆι τὸ ἐ]- | |
| ρωτώμενον, ἐπερωτῆι δὲ ὑπὲρ αὐτοῦ τ[οὺς ἀντιδίκους· εἰ δέ κα τοὶ] | |
| λόγοι μὴ συντελέωνται παρ’ ἀμφοτέρ[ων ποτὶ τὰν τήρησιν τοῦ ὕδατος], | |
| [λ]εγόντω ἐς ὅ κα τὸ ὕδωρ ἐ[γ]ρυᾶι· συντελε[σθέντων δὲ τῶν λόγ]- | |
| 75 | ων διδόντω τοὶ στρατα[γο]ὶ τὰς ψάφου[ς αὐτίκα μάλα]. |
| face B | {²c. 25 versus deleti}² |
| [— — καὶ ἐπεὶ ὁ δᾶμος ὁ Καλυμνίων Ἀρατίδαν, Ἐπίγονον, (etc.) προδίκους] | |
| 1 | [ἐς Κνίδον ἀπέστειλε ἀντωμοσίαν τοῦ ἐνκλήμ]α̣τ̣ος ποιη̣[σ]- |
| [ομένους ποτί τε Φιλῖνον τὸν Διοκλεῦς], Ἀριστόδαμον, Ἄγ̣- | |
| [λαον, Τεισίαν, Ἀριστῆ, τὰ Διαγόρα π]αιδία ποτὶ τοὺς γεγ̣[ρ]- | |
| [αμμένους τὰν γραφὰν τάνδε ἔθ]ε̣ν̣το παρὰ τοὺς Κνιδίων στρ[ατ]- | |
| 5 | [αγοὺς τοὺς ἐν ἀρχᾶ]ι ἐπὶ δαμιοργοῦ Ἀλκιμάχου. ἀργυρί[ο]- |
| [υ τοῦ ἀποδοθέντος] ἁμῖν ἀφαιρεθέντος ἀπὸ χρέως τοῦ Παυσ̣- | |
| [ιμάχου καὶ] Ἱ̣πποκράτευς, τᾶς τε ἀφέσιος τοῦ ταλάντου ὅ φαν- | |
| [τι] ἀφεῖσθαι Καλύμνιοι ὑπὸ Παυσιμάχου καὶ Κλευμήδευς, καὶ τ- | |
| ᾶν φιαλᾶν καὶ τῶν ἀλσέων, καὶ τᾶν πεμπτᾶν ἀφαιρεθεισᾶ- | |
| 10 | ν τᾶν ἀποδοσίων ἅς φαντι ἀποδεδώκεν Καλύμνιοι Παυσιμ- |
| άχωι καὶ Κλευμήδει καθ’ ὁμολογίαν ἅμ φαντι ποιήσασθαι̣ | |
| Καλύμνιοι ποτὶ Παυσίμαχον καὶ Κλευμήδη, περὶ ὧν πάντων | |
| ἀμφισβατεῦντι αὐτοῖς τοὶ Κλευμήδευς κλαρονόμοι· τού- | |
| των πάντων ἀφαιρεθέντος τοῦ μέρευς ὃ εὑρίσκομες ἐ- | |
| 15 | πιπῖπτον ἐ<π>ὶ τὸ χρέος τὸ Ἱπποκράτει ὀφειλόμενον, ἀφα[ι]- |
| ρεθέντος δὲ καὶ τούτου π<λ>έονος ἀργυρίου ὅ φαντι Κα<λ>ύμ- | |
| νιοι ἀποδεδώκεν Κλευμήδηι, καὶ τᾶν ἄλλαν ἀποδοσίων ἀφ- | |
| αιρεθεισᾶν <π>ασᾶν, ἃς ἐν τᾶι ἀποκρίσει, ἃν ἔδωκε ὁ δᾶμ- | |
| ος ὁ Κώιων τῶι Καλυμνίων δάμωι, ἃν ἔλαβον ἄγγελοι παρ- | |
| 20 | αγενόμενοι ἐς Κῶν Ἐξάκεστος, Χαρικλεΐδας, Ἀρατό- |
| φαντος, Ἀρατίδας, Εὐξίφαντος, γράψαντες ἀνηνίκα- | |
| μες ἔχοντας τὸς Ἱπποκράτευς κλαρονόμους ἐς τ- | |
| ὸ χρέος ὃ ὤφειλον Καλύμνιοι Ἱπποκράτει, ὧι ἄρχει Καφίσ- | |
| [ι]ος ἐπὶ Ἑρμώνακτος· ἀπαιτεύντων δὲ ἁμῶν τὰ ὑ- | |
| 25 | πόλοιπα τῶν χρημάτων τούτων, ἃ γίνεται σὺν τό- |
| κωι, τὰ μέρη τὰ ἁμά, οὐκ ἀποδίδοντι Καλύμνιοι, φά- | |
| μενοι ἀποδεδώκεν αὐτὰ καὶ τοὺς τόκους τοὺς | |
| γινομένους Κλευμήδει τῶι Ἱπποκράτους καὶ Κλε- | |
| υφάντωι τῶι Κλευμήδευς. τίμαμα τῶν χρημά- | |
| 30 | των ὧν δικαζόμεθα τάλαντα τριάκοντα. |
| vacat | |
| 31 | ἀπεδικάσθη παρόντων· τᾶν ψάφων ταὶ καταδικά- |
| ζουσαι ἑβδομήκοντα ὀκτώ, ταὶ δὲ ἀποδικάζου- | |
| σαι ἑκατὸν ἴκατι ἕξ· Ἐλαφρίου ἑβδόμαι ἐπὶ δέκα, ἐ- | |
| πὶ δαμιοργοῦ Ἀλκιμάχου· συναγόρησε τοῖς πα- | |
| 35 | [ι]δίοις τοῖς Δια<γ>όρα Φιλῖνος Διοκλεῦς Κῶιος, τᾶι̣ |
| [δ]ὲ Καλυμνίων πόλι Ἑκατώνυμος Πρυτάνι- | |
| ο̣ς Μιλήσιος, Ἐξάκηστος Ἀλκίνου Καλύμνιος, | |
| Ἀ̣ρατόφαντος Ἀριστόλα Καλύμνιος. | |
| vacat |