[ ]
Kalymna Isl. — Sanct. of Apollo — decree of Kos — ca. mid-2nd c. BC (bef. 167 BC?) — SGDI III,1 3619 — cf. Chiron 29 (1999) 292 — cf. SEG 49.1122bis
See also:
| [— — — — — — — — — — — — περὶ ὧν Καλύμνιοι ψάφισμα] | |
| [καὶ ἄγγελον ἀποστείλαντες τὸν δεῖνα καὶ στέφανον ὧι τε]- | |
| 1 | [τιμάκαντ]ι̣ Ἀ̣ν̣τίπατρον Διοσ̣κ̣[ουρίδα τὸν ἰατρὸν ἀξιοῦντι] |
| [δόμεν] αὐτοῖς ἀναγόρευσιν τοῦ σ̣[τεφάνου ἐν τοῖς Διονυσί]- | |
| οις καὶ τοῖς μεγάλοις Ἀσκλαπιείοι[ς, καὶ τόπον ἀποδεῖ]- | |
| ξαι ποτ’ ἀνάθεσιν στάλας ἐν τῶι ἱερῶι τ̣ο̣[ῦ Ἀσκλαπιοῦ, δε]- | |
| 5 | δόχθαι ἀποκρίνασθαι αὐτοῖς ὅτι ὁ δᾶμος ἐ̣[παινεῖ μὲν αὐ]- |
| τὸς ἐπὶ τῶι τιμῆν τὸς ἀγαθὸς τῶν ἰατρῶν̣, τ̣ὰ̣[ν δὲ ἀναγό]- | |
| ρευσιν τοῦ στεφάνου ποιησεῖται καθότι ἀξιοῦν̣[τι· ἀπο]- | |
| δειξάντω δὲ καὶ τοὶ προστάται μετὰ τοῦ ἱερέως τοὶ αἱ̣ρ̣[εθέν]- | |
| τες καθ’ ὅν κα {ι} χρόνον ἁ ἀνάθεσις τᾶς στάλας γίνηται, τόπ̣[ον] | |
| 10 | ὅς κα δοκῇ αὐτοῖς ἐπιτάδειος ἦμεν· ἐπιμεληθέντω δὲ καὶ |
| τᾶς ἀναγορεύσιος τοῦ στεφάνου μετὰ τοῦ ἀγωνοθέτα. |