1 | [ἔδοξε] τ̣ᾶ̣[ι βουλᾶι καὶ τᾶι ἐκ]- |
[κλ]ησίαι, Ἀ̣ρ̣ατίδα[ς] Φειδο[κρί]- | |
[τ]ου εἶπε· ἐπειδὴ Φιλῖνος Ἀλέ- | |
ξιος Κυρηναῖος ἀνὴρ καλὸς | |
5 | κἀγαθὸς καὶ εὔνους ὢν διατε- |
λεῖ εἰς τὸν δᾶμον τὸν Καλυ- | |
μνίων ἐμ παντὶ καιρῶι χρεί- | |
ας παρεχόμενος, ἦμεν αὐτῶι | |
ἐγ Καλύμναι ἔγκτησιν πολι- | |
10 | τείαν ἰσοτέλειαν προεδρίαν |
καὶ εἴσπλουν καὶ ἔκπλουν ἀσυ- | |
λεὶ καὶ ἀσπονδεὶ καὶ ἐμ πολέ- | |
μωι καὶ ἐν εἰράναι καὶ αὐτῶι καὶ | |
ἐγγόνοις· ἐπικλαρῶσαι δὲ αὐ- | |
15 | τὸν καὶ ἐπὶ φυλάν· ἔλαχε φυ- |
λᾶς Περ{ι}φιδᾶν {²⁶Περφιδᾶν}²⁶. |