face A,front.1 | τάδε συνέγραψαν προστάται |
Ζώπυρος Διομέδοντος, Πλείσταινος | |
Ἀριστείδου, Πυθοκλῆς Πυθοκλεῦς, | |
Πυθόδωρος Τεισά̣ρχου, Κριτόβουλος | |
5 | Μήδου, καὶ βουλᾶς γραμματεὺς |
Ἀρίστανδρος Ἀρίστωνος | |
περὶ τᾶς ἱερωσύνας τοῦ Διὸς τοῦ Ἀλσείου. | |
[ὁ πριά]μενος τὰν ἱερωσύναν ἔστω ὑγιὴς καὶ ὁλό- | |
[κλαρος] καὶ μὴ νεώτερος ἐτέων ὀκτώ· ἔστω {ι} καὶ | |
10 | [ἀλειτ]ούργητος πασᾶν τᾶν λειτουργιᾶν πλὰν τριη- |
[ραρ]χίας καὶ λαμπαδαρχίας· σπενδέτω {ι} δὲ ἐν τῷ ἀ- | |
[γῶ]νι τῶν Διονυσίων, καὶ ἐν προεδρίᾳ καθήσθω μετὰ | |
[τ]ῶν ἄλλων ἱερέων. στεφανούτω δὲ καὶ τὸς νεικῶντας | |
τὸν μακρὸν δρόμον καὶ τοὺς τὰν πράταν τᾷ λαμ- | |
15 | πάδι καὶ τὸν ἀγῶνα τοῖς Ἀλσείοις. ἐχέτω δὲ καὶ κι- |
τῶνα πορφύρεον, φορείτω δὲ καὶ στέφανον θάλ- | |
λινον ἔχοντα ἄφαμμα χρύσεον ἐν τοῖς συντελουμέ- | |
νοις ἀγῶσιν, καὶ χρυσοφορείτω. καρπεύσεται δὲ | |
καὶ τὸ τέμενος καθότι καὶ ὁ πρότερον ἱερεὺς ἐ- | |
20 | καρπεύετο. τὸν δὲ τόπον τὸν εἰσπορευόμενον ἐν |
δεξιᾷ ἐκ τοῦ σταδίου μέχρι τῶν νακορείων καὶ τᾶ[ς] | |
οἰκίας ἀνεῖσθαι ποτὶ τὰς σκανοπαγίας ταῖς καν̣[η]- | |
φόροις καὶ τὸς ἀγερμὸς καὶ τὰς ἄλλας θυσίας τὰς | |
συντελουμένα{ι}ς {²⁶συντελουμένας}²⁶ τᾶι θεᾶι. θυόντω δὲ ὅ τε μόναρ- | |
25 | χος καὶ τοὶ ἱεροποιοὶ ὑπὲρ τᾶς πόλιος τοῦ μηνὸς |
τοῦ Ἀλσείου τᾷ δεκάτᾳ βοῦν μὴ ἐλάσσονος ἄξι- | |
ον δραχμᾶν πεντακοσιᾶν καὶ ὄϊν μὴ ἐλασ- | |
σονος ἄξιον δραχμᾶν τριάκοντα, καὶ τῶν | |
λαμπαδάρχων ἕκαστος ὗν μὴ ἐλάσσο- | |
30 | νος ἀξίαν δραχμᾶν ἑκατόν, καὶ ὁ ἀγωνο- |
θέτας ὗν μὴ ἐλάσσονος ἀξίαν δραχμᾶν ἑκατόν, | |
καὶ τῶν δάμων ἕκαστος ὄϊν μὴ ἐλάσσονος ἄξιον δρα- | |
χμῶν εἴκοσι πέντε. θυόντω δὲ καὶ τοὶ στραταγοὶ τοῦ | |
Ὑακινθίου μηνὸς τᾷ δευτέρᾳ τῶι Διὶ τῶι Ἀλσείωι βοῦν | |
35 | μὴ ἐλάσσονος ἄξιον δραχμῶν τριακοσίων, καὶ πομπευ- |
〚— — —〛όντω {²⁶πομπευόντω}²⁶ μετὰ τοῦ ἱερέως καὶ ἀγωνοθ[έτα] | |
καὶ γυμνασιάρχου καὶ ὑπογυμνασιάρχου· τοὶ δὲ [ἔ]- | |
φηβοι καὶ τοὶ παῖδες μετ’ αὐτῶν ἐν ὅπλοις. θυέτω δὲ ὁ γυ- | |
μνασίαρχος ἐν τᾷ αὐτᾷ ἁμέρᾳ τὸν 〚․c.3․〛. καὶ τού[των] | |
40 | [τῶ]ν ἱερείων τὸν μὲν βοῦν μὴ ἐλάσσονος ἄξιον δρ[αχμᾶν] |
〚— — —〛 θυέτω δὲ καὶ ὁ ἀγωνοθέτας τᾷ αὐτᾷ | |
[ἁμέρᾳ βοῦν μὴ ἐλά]σσονος ἄξιον δραχμῶν ἑκατόν, | |
[καὶ — — — — — — — — — — — — — — — — —] μὴ ἐλάσσονος | |
[ἄξιον δραχμᾶν — — — — — — — — — — — — — —]ΛΟΝΟ | |
[— — — — — — — — — — — — — — — — — — — — — —] | |
face B,back | {²circa duodecim versus erasi}² |
1 | [— — — — — — — —]Ο[․]ΕΙΠ[․․]ΣΤΙ[— — — — — —] |
[— — — — — —]ΑΙΠ[․]ΡΑ[— — — — — — — — — — —] | |
[— — — πα]ραδότωσα[ν] λό[γον — — — — — — — —] | |
4-11 | {²octo versus erasi}² |
12 | [— — — — — — — — — — — — — — — — — — — — τοὶ] |
[δὲ πω]ληταὶ μισ[θω]σάν[τω] τ̣ὰν̣ [τελετὰν τοῦ ἱερέως κατὰ] | |
τὰ νομιζόμενα καὶ τὰν δ[ι̣]α̣γ̣ρ̣αφὰν τάν[δε ἀνα]- | |
15 | γράψαι εἰς [σ]τ̣άλαν λιθίναν καὶ ἀναθ[έμε]ν̣ πα- |
ρὰ τὸν βωμὸν τὸν τοῦ Διὸ[ς τ]οῦ Ἀλσείου. τὸ δὲ γ[ε]- | |
νόμενον ἀνάλωμα [ἐς] τ̣ὰ̣[ς θ]υ̣σ̣ί̣α̣[ς] τὰς̣ σ̣υντε̣[λου]- | |
μένας ὑπὸ τῶν προστατᾶν ἐ̣[πὶ τ]ᾶι π[ρά]σ̣[ει τᾶς] | |
[ἱ]ερωσύνας καὶ τὰν τελετὰν καὶ τὰν [στ]άλαν [καὶ] | |
20 | [τ]ὰν ἀναγραφὰν τᾶς δ[ι]αγρ[αφ]ᾶς ἀποτελεσ[άν]- |
[τ]ω τοὶ προστάται· ὁ δὲ πριάμενος τὰν ἱερωσ[ύναν] | |
καταβαλεῖ καὶ ταῦτα [ἅ]μα [τ]ᾶι πράται καταβο[λᾶι] | |
[καὶ] τὰς ἄλλας τειμάς· αἰ δέ κα μὴ καταβάληι κα̣[τὰ] | |
γέγραπται, ἀποτεισάτωι διπλάσιον. | |
25 | vacat |
Iscr. di Cos
ED 215