[ ]
N. Black Sea — Pantikapaion (Kerch) — mid. 1st c. BC-beg. 1st c. AD — IosPE II 298
| 1 | Μηνόδωρε Ἀπολλω- |
| νίου, χαῖρε. | |
| φράζε τεὴν πάτρην, τεὸν οὔνομα καὶ μόρον αὔδα, | |
| καὶ ποσέτης, λίπεις δ’ εἴ τι παρ’ ἁμερίοις; | |
| 5 | πατρὶς ἁλιστέφανός με γοναῖς ἔσπιρε {²⁶ἔσπειρε}²⁶ Σινώπη, |
| οὔνομα δ’ οἰχομένου Μηνεόδωρος ἔφυ· | |
| πολλὰ δὲ δυσμενέων ἔναρα βροτόεντα δαΐξας | |
| κεῖμαι δουριτυπὴς ἐν χθονὶ Βοσπορίδι· | |
| ἓξ δεκάδας λυκάβας κεκορώνικ<ε>, τέκνα δὲ λίπω | |
| 10 | καὶ τὴν ἐν λέκτροις στεργομένην γαμέτιν. |
| εὐσεβέων ναίοις ἱερὸν δόμον· ἦσθα γὰρ ἀεὶ | |
| καὶ φθίμενος καὶ ζῶν πᾶσι ποθεινότατος. |