[ ]
N. Black Sea — Pantikapaion (Kerch) — ca. 50 BC-50 AD — GVI 1989
| 1 | Θεοφίλη Ἑκαταίου, |
| χαῖρε. | |
| Θειοφίλην με θύγατρα μινυνθαδίην Ἑκαταίου | |
| ἐμνώοντο, γάμωι παρθένον ἠΐθεοι, | |
| 5 | ἔφθασε δ’ ἁρπάξας Ἀΐδης, ἠράσσατο γάρ μευ, |
| Φερσεφόνας ἐσιδὼν κρέσσονα Φερσεφόναν. | |
| 6a | ——— |
| 7 | καὶ γράμμα πέτρης ἐκγλυφὲν στηλίτιδος |
| κόρην δακρύει Θεοφίλην Σινωπίδα | |
| τὰς μελλονύμφους ἧς πατὴρ δαιδουχίας | |
| 10 | Ἑκαταῖος Ἅιδηι καὶ οὐ γάμωι συνάρμοσεν. |
| 10a | ——— |
| 11 | παρθένε Θειοφίλα, σὲ μὲν οὐ γάμος, ἀλλ’ ἀδίαυλος |
| χῶρος ἔχει νύμφη δ’ οὐκέτι Μηνοφίλου, | |
| [ἀ]λλὰ Κόρης σύλλεκτρος· ὁ δὲ σπείρας Ἑκαταῖος | |
| οὔνομα δυστήνου μοῦνον ἔχει φθιμένης, | |
| 15 | [μ]ορφὰν δ’ ἐν πέτραι λεύ<σ>σει σέο τὰς δ’ ἀτελέστους |
| ἐλπίδας οὐχ ὁσίη Μοῖρα κατεχθόνισεν. | |
| τὴν κάλλος ζηλωτὸν ἐνὶ θνατοῖσι λαχοῦσαν | |
| Θειοφίλην, Μουσῶν τὴν δεκάτην, Χάριτα, | |
| πρὸς γάμον ὡραίαν, τὴν σωφροσύνης ὑπόδειγμα, | |
| 20 | οὐκ Ἀΐδας ζοφεραῖς ἀμφέβαλεν παλάμαις, |
| Πλούτων δ’ εἰς θαλάμους τὰ γαμήλια λαμπάδι φέγγη | |
| ἇψε, ποθεινοτάτην δεξάμενος γαμέτιν. | |
| [ὦ γ]ονέες, θρήνων νῦν λήξατε, παύετ’ ὀδυρμῶν· | |
| Θειοφίλη λέκτρων ἀθανάτων ἔτυχεν. |