Manumission record. Stele of bluish marble, broken at the top.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 300-250 BC — ArchEph (1952) 194, 25 — SEG 15.293
1 | [— — — — — — — — — — — ἐφ’ ὧι τε] |
Μόσχον Φρ̣[υνίδαι παραμένειν ἐνιαυ]- | |
τὸν καὶ εἶναι ἐλεύθερον μη[θενὶ μηθὲ]ν | |
προσήκοντα· ἐὰν δέ τι πάθηι Φρυνίδας | |
5 | πρὸ τοῦ τὸγ χρόνον διεξελθεῖν, ἐλεύθερο[ς] |
ἀπίτω Μόσχος οὗ ἂν αὐτὸς βούληται· | |
τύχηι ἀγαθῆι· μάρτυρες· Ἀθηνόδωρος | |
Μνασικῶντος Ὠρώπιος, Βίοττος Εὐδίκου | |
Ἀθηναῖος, Χαρῖνος Ἀντιχάρμου Ἀθηναῖος, | |
10 | Ἀθηνάδης Ἐπιγόνου Ὠρώπιος, Ἵππων Αἰσχύ- |
λου Ὠρώπιος· Μόσχος Μοσχίωνος Ἰουδαῖος | |
ἐνύπνιον ἰδὼν προστάξαντος τοῦ θεοῦ | |
Ἀμφιαράου καὶ τῆς Ὑγείας καθ’ ἃ συνέταξε | |
ὁ Ἀμφιάραος καὶ ἡ Ὑγίεια ἐν στήληι γράψαντα | |
15 | ἀναθεῖναι πρὸς τῶι βωμῶι. |