Decree of Eretria honoring the city of Oropos and Oropian judges. Stele of white marble, broken at the top and bottom.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — 167-156 BC — ZPE 95 (1993) 142, II — SEG 43.210
[— — — — — — — — — — — — — — — — — — — — — — — — — —]
1 [— — — — — — Ἀσκλ]ηπιοδώρου εἶπεν· ἐπειδὴ Θηβαίων ἐξα[πο]-
[στειλ]άντ[ων] π[ρ]εσβευτὴν καὶ δικασταγωγὸν πρὸς τὴν Ὠ̣[ρω]-
[πίων πόλιν] Στ[ησί]χο[ρ]ον Ἀλεξίνου αἰτησόμενον δικαστὰς κατα[στῆ]-
[σαι ἐπὶ τὸ δικά]ζε[ιν] κατὰ τὸ σύμβολον, Ὠρώπιοι θέλοντες ἀ[πο]-
5 [δεῖξαι ἡμῖν ὅτι διατηροῦσι] τὴν ὑπάρχουσαν αὐτοῖς συγγένειάν τε κα[ὶ]
[φιλίαν, τόν τε πρε]σβευτὴν [καὶ δικασταγω]γὸν ἀπεδέξαντο φιλοφρόνως καὶ εὐ-
[νόως νομίζοντες] καθ̣ῆ̣κον ὑπάρχειν ἑαυτοῖς [π]ροθύμως ἐπα̣-
[κολουθεῖν τοῖς παρα]καλ[ου]μένοις, κατέστησ[αν τ]οὺς δικαστὰς [καὶ]
[τοὺς γραμματεῖς κ]α[ὶ ἐξαπ]έστειλαν τὴν ταχίσ[τη]ν ὅπως ἐπιτε-
10 [λεσθῆι Ἐρετριεῦσι καὶ Θηβαίο]ις ἡ {τε} πρὸς ἀλλήλους δικαιο-
[δοσία· δεδόχθαι τοῖς συνέδροις κ]αὶ τῶι [δή]μωι· ἐπηνῇσθαι Ὠρωπίους
[ἐπί τε τῆι αἱρέσει καὶ τῆι πρὸς τὸν δῆμ]ον εὐ[ν]οίαι καὶ ἐπὶ τῶι προχειρίσασθαι
[τοὺς δικαστὰς ἀξίους ἀμφοτέρων τῶν πό]λεων, καὶ στεφανῶσαι τὸν δῆ-
[μ]ον [Ὠρωπίων χρυσῶι στεφάνωι κα]ὶ εἰκόνι χαλκῆι ἀρετῆς
15 [ἕνεκεν καὶ εὐνοίας ἧς ἔχων] διατελεῖ πρὸς Θηβαίους
[καὶ Ἐρετριεῖς ἣν στῆσαι ἐν τῶι] κα[λλί]στωι τ[ό]πωι τῆς πόλεως τῆ[ς]
[Ὠρωπίων· ἐπα]ινέσαι δὲ καὶ τ[οὺς δικ]αστὰς Διόδωρον Κράτητ[ος],
[Πλ]ούτ[αρχ]ον Α[— — —, — — —]ον Λυσι[μ]ένους, Παράμυθον
[Ξα]νθ[ίππ]ου, Ἀριστόμαχον Περ[ιγ]ένου, Πολ[ύ]βιον Σωκράτ[ου]
20 Ὠρ[ωπ]ίου καὶ στ[εφα]νῶσαι αὐτ[ῶν ἕ]καστον χρυσῷ στεφά[ν]ωι ἐφ’ ᾗ ἐ-
[ποιήσαντο περὶ] τὰς κ[ρίσεις δ]ικαιοσύνηι, προσεδρεύοντες
[ἐπιμελῶς τοὺς πράγματα ἔχοντ]ας καὶ ἐπιδόντες ἑαυτοὺς
ἀπ[ροφασίστως ὅπως Ἐρετριεῦσι καὶ] Θη[β]αίοις διεξαχθῇ τὰ
[δίκαια, τὰς μὲν δίκας κρίνοντ]ες ἴ[σως] καὶ δικαίως καὶ κατὰ
25 [τὸ σύμβολ]ον, [τὰς δὲ συλλύοντε]ς συμφερόντως τοῖς ἔχουσι
[τὰ πράγματα, καὶ ὅτι ἐν τῆι ἐπιδημίαι κα]ὶ ἀναστροφεῖ διετέλ[ε]-
[σαν ἄξιοι μὲν τοῦ ἐξαποστείλα]ντο[ς] δήμου, ἄξιοι δὲ τῆς
[ἐγχειρισθείσης αὐτοῖς πίστεως]· ἐπαινέσαι δὲ καὶ τοὺς γραμμα-
[τεῖς αὐτῶν καὶ στεφανῶσαι θαλλοῦ στε]φάνωι ἐπὶ τῆι ἀναστρο-
30 [φῆι ἣν πεποίηνται ἐν τῆι ἐπιδημίαι· τὴν δὲ ἀναγόρευσιν τῶν] στε[φά]ν[ων]
[— — — — — — — — — — — — — — — — — — — —]ους ἑα[υ]τοὺς [— — — —]
[— — — — — — — — — — — — — — — — — — — — — — —]ετα[— — — — — —]
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
Search Help