Manumission record. Stele of bluish marble, broken at the top.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 300-250 BC — ArchEph (1952) 194, 25 — SEG 15.293
| 1 | [— — — — — — — — — — — ἐφ’ ὧι τε] |
| Μόσχον Φρ̣[υνίδαι παραμένειν ἐνιαυ]- | |
| τὸν καὶ εἶναι ἐλεύθερον μη[θενὶ μηθὲ]ν | |
| προσήκοντα· ἐὰν δέ τι πάθηι Φρυνίδας | |
| 5 | πρὸ τοῦ τὸγ χρόνον διεξελθεῖν, ἐλεύθερο[ς] |
| ἀπίτω Μόσχος οὗ ἂν αὐτὸς βούληται· | |
| τύχηι ἀγαθῆι· μάρτυρες· Ἀθηνόδωρος | |
| Μνασικῶντος Ὠρώπιος, Βίοττος Εὐδίκου | |
| Ἀθηναῖος, Χαρῖνος Ἀντιχάρμου Ἀθηναῖος, | |
| 10 | Ἀθηνάδης Ἐπιγόνου Ὠρώπιος, Ἵππων Αἰσχύ- |
| λου Ὠρώπιος· Μόσχος Μοσχίωνος Ἰουδαῖος | |
| ἐνύπνιον ἰδὼν προστάξαντος τοῦ θεοῦ | |
| Ἀμφιαράου καὶ τῆς Ὑγείας καθ’ ἃ συνέταξε | |
| ὁ Ἀμφιάραος καὶ ἡ Ὑγίεια ἐν στήληι γράψαντα | |
| 15 | ἀναθεῖναι πρὸς τῶι βωμῶι. |