Letter of Roman consuls to the Oropians outlining a decision of the
Roman Senate in a dispute between Oropos and the publicani.
Stele of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — 73 BC — IG VII 413 — Syll.³ 747 — Sherk, Roman Documents (1969) 133, 23
1 | Μ̣[άαρ]κ̣ος Τερέντιος Μαάρκου υἱὸς Οὐάρρων Λεύκολλος, Γάϊος Κάσιος Λευκί[ου υἱὸς] |
Λ[ογ]γ̣ῖνος ὕπατοι vv Ὠρωπίων ἄρχουσιν, βουλῇ, δήμωι χαίρειν· εἰ ἔρρωσθε εὖ ἂν ἔχ[οι vvvv] | |
ὑμᾶς εἰδέναι βουλόμεθα, ἡμᾶς κατὰ τὸ τῆς συνκλήτου δόγμα τὸ γενόμενον ἐ[πὶ Λευκί]- | |
ου Λικινίου Μαάρκου Αὐρηλίου ὑπάτων ἐπεγνωκέναι περὶ ἀντιλογιῶν τῶν ἀνάμ[εσον] | |
5 | θεῶι Ἀμφιαράωι καὶ τῶν δημοσιωνῶν γεγονότων {ἐπεγνωκέναι} vvv πρὸ μιᾶς εἰ[δυῶν] |
Ὀκτομβρίων ἐμ βασιλικῇ Πορκίᾳ· ἐν συνβουλίωι vv παρῆσαν Μάαρκος Κλαύδιος Μαάρκ[ου] | |
υἱὸς Ἀρνήσσης Μαάρκελλος, vvv Γάϊος Κλαύδιος Γαΐου υἱὸς Ἀρνήσσης Γλάβερ, v | |
Μάαρκος Κάσιος Μαάρκου υἱὸς Πωμεντίνα, vv Γάϊος Λικίνιος Γαΐου υἱὸς | |
{Πωμεντίνα, v Γάϊος Λικίνιος Γαΐου υἱὸς} Στηλατίνα {Σ} Σακέρδως, vac. | |
10 | Λεύκιος Οὐολύσκιος Λευκίου υἱὸς Ἀρνιήσσης, vv Λεύκιος Λάρτιος Λευκίου υἱὸς v |
Πηπιρία, vv Γάϊος Ἀνναῖος Γαΐου υἱὸς Κλυτομίνα, vv Μάαρκος Τύλλιος Μαάρκου υἱὸς v | |
Κορνηλία Κικέρων, vv Κόϊντος Ἄξιος Μαάρκου υἱὸς Κυρίνα, vv Κόϊντος Πομπήϊος Κοΐν- | |
του υἱὸς Ἀρνήσσης Ῥοῦφος, v Αὖλος Κασκέλιος Αὔλου υἱὸς {ου%⁸⁰ιος} Ῥωμιλία, vac. | |
Κόϊντος Μυνύκιος Κοΐντου υἱὸς Τηρη{ρη}τίνα {²⁶Τηρητίνα}²⁶ Θέρμος, vv Μάαρκος Ποπλίκιος vv | |
15 | Μαάρκου υἱὸς Ὁρατία Σκαίουας, vv Τίτος Μαίνιος Τίτου υἱὸς vv Λεμωνία, v Λεύκιος v |
Κλαύδιος Λευκίου υἱὸς Λεμωνία· vvvv περὶ ὧν Ἑρμόδωρος Ὀλυνπίχου υἱὸς ἱερεὺς v | |
Ἀνφιαράου ὅστις πρότερον ὑπὸ τῆς συνκλήτου σύνμαχος προσηγορευμέ- | |
νος ἐστίν, καὶ Ἀλεξίδημος Θεοδώρου υἱός, Δημαίνετος Θεοτέλου υἱός, πρεσβευ- | |
ταὶ Ὠρωπίων, λόγους ἐποιήσαντο vvv ἐπ<ε>ὶ ἐν τῷ τῆς μισθώσεως νόμωι αὗται αἱ vv | |
20 | χῶραι {ὑ<π>εξειρημέναι εἰσίν}, ἃς Λεύκιος Σύλλας θεῶν ἀθανάτων ἱερῶν τεμενῶν |
φυλακῆς ἕνεκεν συνεχώρησεν, ὑπεξειρημέναι εἰσίν, vv ταύτας τε τὰς προσ- | |
όδους, περὶ ὧν ἄγεται τὸ πρᾶγμα, Λεύκιος Σύλλας τῶι θεῶι Ἀμφιαράωι πρ<ο>σώιρι- | |
σεν ὅπως ὑπὲρ τούτων τῶν χωρῶν πρόσοδον τῶι δημοσιώνῃ μὴ τελῶσιν vvvvv | |
καὶ περὶ ὧν Λεύκιος Δομέτιος Αἰνόβαλβος vvv ὑπὲρ δημοσιωνῶν εἶπεν vvv | |
25 | ἐπεὶ ἐν τῶι τῆς μισθώσεως νόμωι αὗται αἱ χῶραι ὑπεξειρημέναι εἰσὶν vvv |
ἃς Λεύκιος Σύλλας θεῶν ἀθανάτων ἱερῶν τεμενῶν φυλακῆς ἕνεκεν vvvv | |
συνεχώρησεν, vv οὔτε ὁ Ἀμφιάραος ὧι αὗται αἱ χῶραι συνκεχωρημέναι v | |
λέγονται, θεός ἐστιν, ὅπως ταύτας τὰς χώρας καρπίσζεσθαι ἐξῇ v | |
τοὺς δημοσιώνας· vvv ἀπὸ συνβουλίου γνώμης γνώμην ἀπεφηνά%⁸⁰- | |
30 | μεθα· ὃ ἐπέγνωμεν, τῆι συνκλήτωι προσανοίσομεν, vv τοῦτο ὃ καὶ vv |
εἰς τὴν τῶν ὑπομνημάτων δέλτον κατεχωρίσαμεν· vvv περὶ χώρας v | |
Ὠρωπίας, περὶ ἧς ἀντιλογία ἦν πρὸς τοὺς δημοσιώνας, κατὰ τὸν τῆς v | |
μισθώσεως νόμον v αὕτη ὑπεξειρημένη ἐστίν, ἵνα μὴ ὁ δημοσιώ%⁸⁰- | |
νης αὐτὴν καρπίζηται κατὰ τὸ τῆς συνκλήτου δόγμα ἐπέγνωμεν· | |
35 | ἐν τῷ τῆς μισθώσεως νόμῳ ὑπεξειρημένην δοκεῖ εἶναι οὕτως· vvv |
ἐκτός τε τούτων ἢ εἴ τι δόγμα συνκλήτου αὐτοκράτωρ αὐτοκράτορές τ[ε] | |
ἡμέτεροι καταλογῆς θεῶν ἀθανάτων ἱερῶν τεμενῶν τε φυλακῆς vv | |
καρπίζεσθαι ἔδωκαν, κατέλιπον· vv ἐκτός τε τούτων ἃ Λεύκιος vvvv | |
Κορνήλιος Σύλλας αὐτοκράτωρ ἀπὸ συνβουλίου γνώμης θεῶν vvvv | |
40 | ἀθανάτων ἱερῶν τεμενῶν τε φυλακῆς ἕνεκεν καρπίζεσθαι ἔδωκεν v |
ὃ τὸ αὐτὸ ἡ σύνκλητος ἐπεκύρωσεν οὔτε μετὰ ταῦτα δόγματι vvv | |
συνκλήτου ἄκυρον ἐγενήθη· vv Λεύκιος Κορνήλιος Σύλλας ἀπὸ συν%⁸⁰- | |
βουλίου γνώμης γνώμην εἰρηκέναι δοκεῖ· vv τῆς εὐχῆς ἀποδόσεως vvv | |
ἕνεκεν τῶι ἱερῷ Ἀμφιαράου χώραν προστίθημι πάντῃ πάντοθεν πόδας | |
45 | χιλίους, ἵνα καὶ αὕτη ἡ χώρα ὑπάρχῃ ἄσυλος· ὡσαύτως τῶι θεῷ Ἀμφιαράωι vvv |
καθιερωκέναι τῆς πόλεως καὶ τῆς χώρας λιμένων τε τῶν Ὠρωπίων v | |
τὰς προσόδους ἁπάσας εἰς τοὺς ἀγῶνας καὶ τὰς θυσίας, ἃς Ὠρώπιοι v | |
συντελοῦσιν θεῷ Ἀμφιαράωι, ὁμοίως δὲ καὶ ἃς ἂν μετὰ ταῦτα ὑπὲρ τῆς | |
νίκης καὶ τῆς ἡγεμονίας τοῦ δήμου τοῦ Ῥωμαίων συντελέσουσιν, vvvvvv | |
50 | ἐκτὸς ἀγρῶν τῶν Ἑρμοδώρου Ὀλυνπίχου υἱοῦ ἱερέως Ἀμφιαράου τοῦ v |
διὰ τέλους ἐν τῇ φιλίᾳ τοῦ δήμου τοῦ Ῥωμαίων μεμενηκότος· περὶ τού%⁸⁰- | |
του τοῦ πράγματος δόγμα συνκλήτου vv ἐπὶ Λευκίου Σύλλα Ἐπαφροδίτου, | |
Κοΐντου Μετέλλου Εὐσεβοῦς ὑπάτων vv ἐπικεκυρωμένον δοκεῖ εἶναι vvv | |
ὅπερ ἡ σύνκλητος ἐδογμάτισεν καὶ εἰς τούτους τοὺς λόγους· ὅσα τε θεῶι | |
55 | Ἀμφιαράωι καὶ τῶι ἱερῷ αὐτοῦ v Λεύκιος Κορνήλιος Σύλλας ἀπὸ συ<ν>βουλίου v |
γνώμης προσώρισεν συνεχώρησεν, τὰ αὐτὰ ἡ σύνκλητος τούτωι τῶι θεῶι vv | |
δοθῆναι συνχωρηθῆναι ἡγήσατο· ἐν τῶι συμβουλίωι παρῆσαν v | |
οἱ αὐτοὶ οἳ ἐμ πραγμάτων συμβεβουλευμένων δέλτωι πρώτηι v | |
κηρώματι τεσσαρεσκαιδεκάτωι· δόγμα συνκλήτου τοῦτο γενόμενόν vv | |
60 | ἐστιν· πρὸ ἡμερῶν δεκαεπτὰ καλανδῶν Νοενβρίων ἐν κομετίωι· v |
γραφομένου παρῆσαν vv Τίτος Μαίνιος Τίτου υἱὸς Λεμωνία, vv | |
Κόϊντος Ῥάγκιος Κοΐντου υἱὸς Κλαυδία, Γάϊος Οὐσέλλιος Γαΐου vv | |
υἱὸς Κυρίνα Οὐάρρων· vv περὶ ὧν Μάαρκος Λεύκολλος, Γάϊος Κάσιος | |
ὕπατοι ἐπιγνόντες ἀπήνγειλαν περὶ Ὠρωπίας χώρας καὶ τῶν | |
65 | δημοσιωνῶν ἑαυτοὺς ἐπεγνωκέναι· ὡσαύτως τὴν Ὠρωπίων v |
χώραν ὑπεξειρημένην δοκεῖν εἶναι κατὰ τὸν τῆς μισθώσεως νόμον | |
μὴ δοκεῖν τοὺς δημοσιώνας ταῦτα καρπίζεσθαι· οὕτως vvv | |
καθὼς ἂν αὐτοῖς ἐκ τῶν δημοσίων πραγμάτων πίστεώς τε τῆς v | |
ἰδίας ἐφαίνετο, ἔδοξεν. vacat |