Letter of Roman consuls to the Oropians outlining a decision of the
Roman Senate in a dispute between Oropos and the publicani.
Stele of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — 73 BC — IG VII 413 — Syll.³ 747 — Sherk, Roman Documents (1969) 133, 23
| 1 | Μ̣[άαρ]κ̣ος Τερέντιος Μαάρκου υἱὸς Οὐάρρων Λεύκολλος, Γάϊος Κάσιος Λευκί[ου υἱὸς] |
| Λ[ογ]γ̣ῖνος ὕπατοι vv Ὠρωπίων ἄρχουσιν, βουλῇ, δήμωι χαίρειν· εἰ ἔρρωσθε εὖ ἂν ἔχ[οι vvvv] | |
| ὑμᾶς εἰδέναι βουλόμεθα, ἡμᾶς κατὰ τὸ τῆς συνκλήτου δόγμα τὸ γενόμενον ἐ[πὶ Λευκί]- | |
| ου Λικινίου Μαάρκου Αὐρηλίου ὑπάτων ἐπεγνωκέναι περὶ ἀντιλογιῶν τῶν ἀνάμ[εσον] | |
| 5 | θεῶι Ἀμφιαράωι καὶ τῶν δημοσιωνῶν γεγονότων {ἐπεγνωκέναι} vvv πρὸ μιᾶς εἰ[δυῶν] |
| Ὀκτομβρίων ἐμ βασιλικῇ Πορκίᾳ· ἐν συνβουλίωι vv παρῆσαν Μάαρκος Κλαύδιος Μαάρκ[ου] | |
| υἱὸς Ἀρνήσσης Μαάρκελλος, vvv Γάϊος Κλαύδιος Γαΐου υἱὸς Ἀρνήσσης Γλάβερ, v | |
| Μάαρκος Κάσιος Μαάρκου υἱὸς Πωμεντίνα, vv Γάϊος Λικίνιος Γαΐου υἱὸς | |
| {Πωμεντίνα, v Γάϊος Λικίνιος Γαΐου υἱὸς} Στηλατίνα {Σ} Σακέρδως, vac. | |
| 10 | Λεύκιος Οὐολύσκιος Λευκίου υἱὸς Ἀρνιήσσης, vv Λεύκιος Λάρτιος Λευκίου υἱὸς v |
| Πηπιρία, vv Γάϊος Ἀνναῖος Γαΐου υἱὸς Κλυτομίνα, vv Μάαρκος Τύλλιος Μαάρκου υἱὸς v | |
| Κορνηλία Κικέρων, vv Κόϊντος Ἄξιος Μαάρκου υἱὸς Κυρίνα, vv Κόϊντος Πομπήϊος Κοΐν- | |
| του υἱὸς Ἀρνήσσης Ῥοῦφος, v Αὖλος Κασκέλιος Αὔλου υἱὸς {ου%⁸⁰ιος} Ῥωμιλία, vac. | |
| Κόϊντος Μυνύκιος Κοΐντου υἱὸς Τηρη{ρη}τίνα {²⁶Τηρητίνα}²⁶ Θέρμος, vv Μάαρκος Ποπλίκιος vv | |
| 15 | Μαάρκου υἱὸς Ὁρατία Σκαίουας, vv Τίτος Μαίνιος Τίτου υἱὸς vv Λεμωνία, v Λεύκιος v |
| Κλαύδιος Λευκίου υἱὸς Λεμωνία· vvvv περὶ ὧν Ἑρμόδωρος Ὀλυνπίχου υἱὸς ἱερεὺς v | |
| Ἀνφιαράου ὅστις πρότερον ὑπὸ τῆς συνκλήτου σύνμαχος προσηγορευμέ- | |
| νος ἐστίν, καὶ Ἀλεξίδημος Θεοδώρου υἱός, Δημαίνετος Θεοτέλου υἱός, πρεσβευ- | |
| ταὶ Ὠρωπίων, λόγους ἐποιήσαντο vvv ἐπ<ε>ὶ ἐν τῷ τῆς μισθώσεως νόμωι αὗται αἱ vv | |
| 20 | χῶραι {ὑ<π>εξειρημέναι εἰσίν}, ἃς Λεύκιος Σύλλας θεῶν ἀθανάτων ἱερῶν τεμενῶν |
| φυλακῆς ἕνεκεν συνεχώρησεν, ὑπεξειρημέναι εἰσίν, vv ταύτας τε τὰς προσ- | |
| όδους, περὶ ὧν ἄγεται τὸ πρᾶγμα, Λεύκιος Σύλλας τῶι θεῶι Ἀμφιαράωι πρ<ο>σώιρι- | |
| σεν ὅπως ὑπὲρ τούτων τῶν χωρῶν πρόσοδον τῶι δημοσιώνῃ μὴ τελῶσιν vvvvv | |
| καὶ περὶ ὧν Λεύκιος Δομέτιος Αἰνόβαλβος vvv ὑπὲρ δημοσιωνῶν εἶπεν vvv | |
| 25 | ἐπεὶ ἐν τῶι τῆς μισθώσεως νόμωι αὗται αἱ χῶραι ὑπεξειρημέναι εἰσὶν vvv |
| ἃς Λεύκιος Σύλλας θεῶν ἀθανάτων ἱερῶν τεμενῶν φυλακῆς ἕνεκεν vvvv | |
| συνεχώρησεν, vv οὔτε ὁ Ἀμφιάραος ὧι αὗται αἱ χῶραι συνκεχωρημέναι v | |
| λέγονται, θεός ἐστιν, ὅπως ταύτας τὰς χώρας καρπίσζεσθαι ἐξῇ v | |
| τοὺς δημοσιώνας· vvv ἀπὸ συνβουλίου γνώμης γνώμην ἀπεφηνά%⁸⁰- | |
| 30 | μεθα· ὃ ἐπέγνωμεν, τῆι συνκλήτωι προσανοίσομεν, vv τοῦτο ὃ καὶ vv |
| εἰς τὴν τῶν ὑπομνημάτων δέλτον κατεχωρίσαμεν· vvv περὶ χώρας v | |
| Ὠρωπίας, περὶ ἧς ἀντιλογία ἦν πρὸς τοὺς δημοσιώνας, κατὰ τὸν τῆς v | |
| μισθώσεως νόμον v αὕτη ὑπεξειρημένη ἐστίν, ἵνα μὴ ὁ δημοσιώ%⁸⁰- | |
| νης αὐτὴν καρπίζηται κατὰ τὸ τῆς συνκλήτου δόγμα ἐπέγνωμεν· | |
| 35 | ἐν τῷ τῆς μισθώσεως νόμῳ ὑπεξειρημένην δοκεῖ εἶναι οὕτως· vvv |
| ἐκτός τε τούτων ἢ εἴ τι δόγμα συνκλήτου αὐτοκράτωρ αὐτοκράτορές τ[ε] | |
| ἡμέτεροι καταλογῆς θεῶν ἀθανάτων ἱερῶν τεμενῶν τε φυλακῆς vv | |
| καρπίζεσθαι ἔδωκαν, κατέλιπον· vv ἐκτός τε τούτων ἃ Λεύκιος vvvv | |
| Κορνήλιος Σύλλας αὐτοκράτωρ ἀπὸ συνβουλίου γνώμης θεῶν vvvv | |
| 40 | ἀθανάτων ἱερῶν τεμενῶν τε φυλακῆς ἕνεκεν καρπίζεσθαι ἔδωκεν v |
| ὃ τὸ αὐτὸ ἡ σύνκλητος ἐπεκύρωσεν οὔτε μετὰ ταῦτα δόγματι vvv | |
| συνκλήτου ἄκυρον ἐγενήθη· vv Λεύκιος Κορνήλιος Σύλλας ἀπὸ συν%⁸⁰- | |
| βουλίου γνώμης γνώμην εἰρηκέναι δοκεῖ· vv τῆς εὐχῆς ἀποδόσεως vvv | |
| ἕνεκεν τῶι ἱερῷ Ἀμφιαράου χώραν προστίθημι πάντῃ πάντοθεν πόδας | |
| 45 | χιλίους, ἵνα καὶ αὕτη ἡ χώρα ὑπάρχῃ ἄσυλος· ὡσαύτως τῶι θεῷ Ἀμφιαράωι vvv |
| καθιερωκέναι τῆς πόλεως καὶ τῆς χώρας λιμένων τε τῶν Ὠρωπίων v | |
| τὰς προσόδους ἁπάσας εἰς τοὺς ἀγῶνας καὶ τὰς θυσίας, ἃς Ὠρώπιοι v | |
| συντελοῦσιν θεῷ Ἀμφιαράωι, ὁμοίως δὲ καὶ ἃς ἂν μετὰ ταῦτα ὑπὲρ τῆς | |
| νίκης καὶ τῆς ἡγεμονίας τοῦ δήμου τοῦ Ῥωμαίων συντελέσουσιν, vvvvvv | |
| 50 | ἐκτὸς ἀγρῶν τῶν Ἑρμοδώρου Ὀλυνπίχου υἱοῦ ἱερέως Ἀμφιαράου τοῦ v |
| διὰ τέλους ἐν τῇ φιλίᾳ τοῦ δήμου τοῦ Ῥωμαίων μεμενηκότος· περὶ τού%⁸⁰- | |
| του τοῦ πράγματος δόγμα συνκλήτου vv ἐπὶ Λευκίου Σύλλα Ἐπαφροδίτου, | |
| Κοΐντου Μετέλλου Εὐσεβοῦς ὑπάτων vv ἐπικεκυρωμένον δοκεῖ εἶναι vvv | |
| ὅπερ ἡ σύνκλητος ἐδογμάτισεν καὶ εἰς τούτους τοὺς λόγους· ὅσα τε θεῶι | |
| 55 | Ἀμφιαράωι καὶ τῶι ἱερῷ αὐτοῦ v Λεύκιος Κορνήλιος Σύλλας ἀπὸ συ<ν>βουλίου v |
| γνώμης προσώρισεν συνεχώρησεν, τὰ αὐτὰ ἡ σύνκλητος τούτωι τῶι θεῶι vv | |
| δοθῆναι συνχωρηθῆναι ἡγήσατο· ἐν τῶι συμβουλίωι παρῆσαν v | |
| οἱ αὐτοὶ οἳ ἐμ πραγμάτων συμβεβουλευμένων δέλτωι πρώτηι v | |
| κηρώματι τεσσαρεσκαιδεκάτωι· δόγμα συνκλήτου τοῦτο γενόμενόν vv | |
| 60 | ἐστιν· πρὸ ἡμερῶν δεκαεπτὰ καλανδῶν Νοενβρίων ἐν κομετίωι· v |
| γραφομένου παρῆσαν vv Τίτος Μαίνιος Τίτου υἱὸς Λεμωνία, vv | |
| Κόϊντος Ῥάγκιος Κοΐντου υἱὸς Κλαυδία, Γάϊος Οὐσέλλιος Γαΐου vv | |
| υἱὸς Κυρίνα Οὐάρρων· vv περὶ ὧν Μάαρκος Λεύκολλος, Γάϊος Κάσιος | |
| ὕπατοι ἐπιγνόντες ἀπήνγειλαν περὶ Ὠρωπίας χώρας καὶ τῶν | |
| 65 | δημοσιωνῶν ἑαυτοὺς ἐπεγνωκέναι· ὡσαύτως τὴν Ὠρωπίων v |
| χώραν ὑπεξειρημένην δοκεῖν εἶναι κατὰ τὸν τῆς μισθώσεως νόμον | |
| μὴ δοκεῖν τοὺς δημοσιώνας ταῦτα καρπίζεσθαι· οὕτως vvv | |
| καθὼς ἂν αὐτοῖς ἐκ τῶν δημοσίων πραγμάτων πίστεώς τε τῆς v | |
| ἰδίας ἐφαίνετο, ἔδοξεν. vacat |