Honorific decree of Oropos for Hieron, son of Telekles, of Aigeira. Stele of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — 154-150 BC — IG VII 411 — Syll.³ 675
1 Ὀλύμπιχος Ἑρμοδώρου εἶπεν· ἐπειδὴ Ἱέρων
Τηλεκλέους Αἰγειράτης εὔνους ὢν διατελε[ῖ]
τῶι δήμωι τῶι Ὠρωπίων ἐμ παντὶ καιρῶι καὶ λέγων
καὶ πράττων τὰ συμφέροντα, γενομένων τε συμ-
5 πτωμάτων καὶ παρασπονδημάτων τῶμ μεγίστων
περὶ Ὠρωπίους καὶ τῶν ἀρχόντων καὶ ἡμῶν πα-
ραγενομένων εἰς τὴν ἐν Κορίνθωι σύνοδον ἠρά-
νισέν τε ἡμῖν καὶ συμβουλεύσας παρεστήσατο
τοὺς Ἀχαιοὺς τὴν πᾶσαν πρόνοιαν ποιήσασθαι ὑ-
10 πέρ τε τῆς πόλεως ἡμῶν καὶ τοῦ ἱεροῦ τοῦ Ἀμφια-
ράου, ἐπεὶ καὶ ἐν τεῖ Ῥωμαίων φιλίαι καὶ πίστει διατε-
λοῦμεν ὑπάρχοντες· δόξαντος δὲ τοῖς Ἀχαιοῖς
συναγαγεῖν σύνκλητον ἐν Ἄργει περὶ τούτων,
Ἱέρων ἐμ παντὶ καιρῶι βουλόμενος ἐκφανῆ π[οι]-
15 εῖν τὴν αὑτοῦ εὔνοιαν καὶ καλοκἀγαθίαν ὑπ[ε]-
δέξατο πάντας τοὺς παραγενομένους Ὠρω-
πίων ἐπὶ τὴν ἰδίαν ἑστίαν, ἔθυσέν τε τῶι Δ[ιὶ]
τῶι Σωτῆρι ὑπὲρ ἡμῶν, πρός τε Ἀθηναίους κα[ὶ]
τοὺς ἄλλους τοὺς ἀντιπρεσβεύοντας ὑπέ[σ]-
20 τη καὶ παρεστήσατο τοὺς Ἀχαιοὺς μὴ περιιδε[ῖν]
πόλιν Ἑλληνίδα ἐξανδραποδισθεῖσαν, οὖσάν
γε ἐν τεῖ Ῥωμαίων φιλίαι καὶ πίστει, καὶ διὰ τὴν
τούτου πρόνοιαν καὶ καλοκἀγαθίαν συμβέβηκε
κεκομίσθαι ἡμᾶς τὴν πατρίδα καὶ κατεληλ[υ]-
25 θέναι μετὰ τέκνων καὶ γυναικῶν· ὅπως οὖν κ[αὶ]
Ὠρώπιοι φαίνωνται μνημονεύοντες ὧν ἂν εὐε[ρ]-
γετηθῶσιν ὑπό τινος, γίνωνται δὲ καὶ ἄλλοι ζ[η]-
[λ]ωταὶ τῆς αὐτῆς αἱρέσεως εἰδότες ὅτι τιμηθ[ή]-
σονται ἀξίως ὧν ἂν εὐεργετήσωσιν, ἀγαθε[ῖ]
30 τύχει, δεδόχθαι τῶι δήμωι Ὠρωπίων· στεφαν[ῶ]-
σαι Ἱέρω[ν]α Τηλεκλέους Αἰγειράτην εἰκόν[ι]
χαλκεῖ ἀρετῆς ἕνεκεν καὶ καλοκἀγαθίας ἣν̣
ἔχων διατελεῖ εἰς τὸν δῆμον τὸ̣ν Ὠρωπίων, ἀν[α]-
γορεῦσαι δὲ τὴν τῆς εἰκ[ό]νος στάσιν Ἀμφιαρά[ων]
35 τῶμ μεγάλων τῶι γυμνικῶι ἀγῶνι.
Search Help
Contact Us