Proxeny decree for Patron, son of Protarchos, of Chalkis. Crowning
block of white marble from a statue base.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — after 150 BC — IG VII 378
1 | ἄρχοντος Φίλωνος, ἱερέω̣ς δὲ τοῦ Ἀμφ̣ι̣α̣ρ̣ά̣ο̣υ̣ |
Ἑρμοδώρου, μηνὸς Ἀλαλκομενείου τριακάδι, vv | |
Σωσθένης Εὐθυδήμου εἶπεν· προβεβουλευ%⁸⁰%⁸⁰- | |
μένον εἶναι πρός τε τὸ συνέδριον καὶ τὸν δῆμον· | |
5 | ἐπειδὴ Πάτρων Πρωτάρχου Χαλκιδεὺς εὔνους v |
ὢν διατελεῖ τεῖ τε πόλει καὶ τοῖς ἀεὶ δεομένοις vv | |
τῶν πολιτῶν παρέχεται χρείας ἐμ παντὶ καιρῶι | |
καὶ λέγων καὶ πράττων, δεδόχθαι τῶι συνεδρίωι v | |
καὶ τῆι πόλει· Πάτρωνα Πρωτάρχου Χαλκιδῆ πρόξε- | |
10 | νον εἶναι καὶ εὐεργέτην τῆς πόλεως Ὠρωπίων καὶ |
[α]ὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς ἀσφάλειαν καὶ | |
ἀσυλίαν καὶ τὰ ἄλλ’ αὐτοῖς ὑπάρχειν ὅσαπερ καὶ τοῖς | |
ἄλλοις προξένοις καὶ εὐεργέταις γέγραπται τῆς v | |
πόλεως Ὠρωπίων· ἐπεψήφιζεν Σωσθένης vvvv | |
15 | Εὐθυδήμου. |