Proxeny decree for Charidemos, son of Mnasaigos, of Chalkis. Crowning block of white marble from a statue base.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — after 150 BC — IG VII 379
1 ἄ̣[ρ]χοντος Νικοβίου, ἱερέω̣[ς] δὲ τοῦ Ἀμφιαράου Τ[ι]-
μάρχου, μηνὸς Ἑρμαίου εἰκάδι, Ζώπυρος Διονυσί-
ου εἶπεν· ἐπειδὴ Χαρίδημος Μνασαίγου Χαλκι-
δεὺς εὔνους ὢν διατελεῖ τῆι τε πόλει Ὠρωπίων
5 καὶ τῶν πολιτῶν τοῖς ἀεὶ δεομένοις χρείας παρέχε-
ται ἐμ παντὶ καιρῶι καὶ λέγων καὶ πράττων τὰ συμφέ-
ροντα σπουδῆς καὶ φιλοτιμίας οὐθὲν ἐλλείπων, δι’
ὃ καὶ δεδόχθαι τοῖς τε ἄρχουσι καὶ τοῖς συνέδροις κα[ὶ]
τῶι δήμωι Ὠρωπίων· ἐπαινέσαι Χαρίδημον Μνασαί-
10 γου Χαλκιδέα ἐφ’ ἧι ἔχων τυγχάνει εἰς πάντας Ὠρωπί-
ους εὐνοίαι καὶ εἶναι αὐτὸν πρόξενον καὶ εὐεργέτ̣ην τῆς
πόλεως Ὠρωπίων καὶ αὐτὸν καὶ ἐκγόνους, vv ὑ̣[π]άρ̣-
χειν δὲ αὐτοῖς καὶ πρόσοδον πρός τε τὸ συνέδρ[ιον καὶ τ]ὸ̣ν
δῆμον πρώτοις μετὰ τὰ ἱερὰ καὶ τὰ ἄλλα φιλ[άνθρωπ]α
15 πάντα καθάπερ καὶ τοῖς ἄλλοις προξένοι[ς καὶ εὐεργ]έ̣ταις
τῆς πόλεως Ὠρωπίων γέ̣[γραπται].
Search Help
Contact Us