Proxeny decree for Patron, son of Protarchos, of Chalkis.  Crowning block of white marble from a statue base.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — after 150 BC — IG VII 378
1 ἄρχοντος Φίλωνος, ἱερέω̣ς δὲ τοῦ Ἀμφ̣ι̣α̣ρ̣ά̣ο̣υ̣
Ἑρμοδώρου, μηνὸς Ἀλαλκομενείου τριακάδι, vv
Σωσθένης Εὐθυδήμου εἶπεν· προβεβουλευ%⁸⁰%⁸⁰-
μένον εἶναι πρός τε τὸ συνέδριον καὶ τὸν δῆμον·
5 ἐπειδὴ Πάτρων Πρωτάρχου Χαλκιδεὺς εὔνους v
ὢν διατελεῖ τεῖ τε πόλει καὶ τοῖς ἀεὶ δεομένοις vv
τῶν πολιτῶν παρέχεται χρείας ἐμ παντὶ καιρῶι
καὶ λέγων καὶ πράττων, δεδόχθαι τῶι συνεδρίωι v
καὶ τῆι πόλει· Πάτρωνα Πρωτάρχου Χαλκιδῆ πρόξε-
10 νον εἶναι καὶ εὐεργέτην τῆς πόλεως Ὠρωπίων καὶ
[α]ὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς ἀσφάλειαν καὶ
ἀσυλίαν καὶ τὰ ἄλλ’ αὐτοῖς ὑπάρχειν ὅσαπερ καὶ τοῖς
ἄλλοις προξένοις καὶ εὐεργέταις γέγραπται τῆς v
πόλεως Ὠρωπίων· ἐπεψήφιζεν Σωσθένης vvvv
15 Εὐθυδήμου.
Search Help
Contact Us