Proxeny decree for Polias, son of Hegemachos, of Athens. Base
of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 386
| 1 | ἱερέως Μένωνος, Ἀριστομήδης Πίργους εἶπεν· |
| ἐπειδὴ Πωλίας εὔνους ὢν διατελεῖ τῆι τε πό- | |
| λει κοινεῖ καὶ ἰδίαι τῶν πολιτῶν τοῖς δεομέν̣ο̣ι̣ς̣ ἀεὶ | |
| παρέχε%⁸⁰ται χρείας ἐν παντὶ καιρῶι, δεδόχθαι τεῖ | |
| 5 | βουλῆι καὶ τῶι δήμωι· Πωλίαν Ἡγεμάχου Ἀθηναῖον πρό- |
| ξενον εἶναι καὶ εὐεργέτην τῆς πόλεως Ὠρωπίων αὐ- | |
| τὸν καὶ ἐκγόνους αὐτοῦ καὶ εἶναι αὐτῶι γῆς καὶ οἰκίας | |
| ἔνκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν καὶ ἀσφάλειαν | |
| καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ πολέμου ὄντος καὶ | |
| 10 | εἰρήνης καὶ τἆλλα πάντα ὑπάρχειν̣ αὐτῶι καθάπερ |
| καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις τῆς̣ | |
| πόλεως γέγραπται. |