Proxeny decree for Chairites, son of Phaidimos, of Athens. Statue
base of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — late 3rd c. BC — IG VII 276
| 1 | ἄρχοντος ἐν κοινῶι Βοιωτῶν Στράτωνος, ἱερέως δὲ τοῦ Ἀμφιαράου Ἐπικράτου, |
| vvv μηνὸς v Προστατηρίου v τριακάδι· vacat | |
| Χαιρέας Λυρανίου εἶπεν· προβεβουλευμένον εἶναι αὑτῶι πρὸς τὸν δῆ- | |
| μον· ἐπειδὴ Χαιρίτης εὔνους ὢν διατελεῖ τεῖ τε πόλει καὶ τῶν πολι- | |
| 5 | τῶν ἀεὶ τοῖς δεομένοις παρέχεται χρείας ἐμ παντὶ καιρῶι καὶ λέγων καὶ |
| πράττων τὰ συμφέροντα, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· Χαιρίτην | |
| Φαιδίμου Ἀθηναῖον πρόξενον εἶναι καὶ εὐεργέτην τῆς πόλεως Ὠρω- | |
| πίων αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας ἔνκτησιν | |
| καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν καὶ ἀσφάλειαν καὶ κατὰ γῆν καὶ κατὰ θά- | |
| 10 | λατταν καὶ πολέμου καὶ εἰρήνης καὶ τὰ ἄλλα πάντα ὑπάρχειν αὐτοῖς καθά- |
| περ καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις τῆς πόλεως γέγραπται. |