Proxeny decree for Agatharchides, son of Leonides, of Thessalian
Metropolis. Statue base of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 361
| 1 | Πλουταρχίδης Φιλιστίδου εἶπεν· δεδόχθαι τεῖ βουλεῖ καὶ τῶι δήμωι· |
| Ἀγαθαρχίδην Λεωνίδου Θετταλὸν ἐγ Μητροπόλεως πρόξενον εἶναι | |
| τῆς πόλεως Ὠρωπίων αὐτὸν καὶ ἐγγόνους καὶ εἶναι αὐτῶι γῆς καὶ οἰκίας | |
| [ἔ]νκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν καὶ ἀσφάλειαν καὶ πολέμου καὶ εἰρήνης | |
| 5 | καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ τἆλλα πάντα καθάπερ τοῖς ἄλλοις |
| προξένοις καὶ εὐεργέταις. |