Proxeny decree for Aristonous, son of Ariston, of Karystos. Base of
white marble, broken at the top.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 242
1 | [Ἡρ]άκων Κρατίππου εἶπεν· ἐπειδὴ Ἀριστόνους εὔ- |
νους ὢν διατελεῖ τεῖ πόλει Ὠρωπίων καὶ τῶν πολι- | |
τῶν τοῖς χρείαν ἔχουσιν ἐν παντὶ καιρῶι τὸ συμφέρον | |
πράττει, δεδόχθαι τεῖ βουλεῖ καὶ τῶι δήμωι· Ἀρ[ι]στόνουν | |
5 | Ἀρίστωνος Καρύστιον πρόξενον εἶναι τῆς πόλεως Ὠρωπίων |
αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας ἔγ- | |
κτησιν καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν καὶ ἀσφάλειαν | |
καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ πολέμου καὶ εἰρή- | |
νης καὶ τἆλλα πάντα καθάπερ τοῖς ἄλλοις προξένοις καὶ | |
10 | εὐεργέταις γέγραπται. |