Proxeny decree for Aristonous, son of Ariston, of Karystos.  Base of white marble, broken at the top.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 242
1 [Ἡρ]άκων Κρατίππου εἶπεν· ἐπειδὴ Ἀριστόνους εὔ-
νους ὢν διατελεῖ τεῖ πόλει Ὠρωπίων καὶ τῶν πολι-
τῶν τοῖς χρείαν ἔχουσιν ἐν παντὶ καιρῶι τὸ συμφέρον
πράττει, δεδόχθαι τεῖ βουλεῖ καὶ τῶι δήμωι· Ἀρ[ι]στόνουν
5 Ἀρίστωνος Καρύστιον πρόξενον εἶναι τῆς πόλεως Ὠρωπίων
αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας ἔγ-
κτησιν καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν καὶ ἀσφάλειαν
καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ πολέμου καὶ εἰρή-
νης καὶ τἆλλα πάντα καθάπερ τοῖς ἄλλοις προξένοις καὶ
10 εὐεργέταις γέγραπται.
Search Help
Contact Us