Proxeny decree for Sosistratos, son of Theophilos, of Athens. Base of white marble, broken at the top.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 241
1         ἱερ[έως — — — — — — — —]ου·
Ἡράκων Κρατ[ίππου εἶπεν· ἐπ]ειδὴ συμβαίνει Σωσίστρα-
τον Θεοφίλου Ἀθηναῖον εὔνουν εἶναι τεῖ πόλει Ὠρω-
πίων καὶ τῶ[ν] πολιτῶν τοῖς χρείαν ἔχουσιν ἐμ παν-
5 τὶ καιρῶι τὸ συμφέρον πράττειν, δεδόχθαι τεῖ βου-
λεῖ καὶ τῶι δήμωι· Σωσίστρατον πρόξενον εἶναι τῆς
πόλεως Ὠρωπίων αὐτὸν καὶ ἐκγόνους κα[ὶ]
εἶναι αὐτοῖς γῆς καὶ οἰκίας ἔνκτησιν καὶ
ἰσοτέλειαν καὶ ἀσφάλειαν καὶ ἀσυλίαν
10 καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ
πολέμου καὶ εἰρήνης καὶ τἆλλα πάν-
[τα] καθάπερ τοῖς ἄλλοις προξένοις
[κ]αὶ εὐεργέταις γέγραπται.
Search Help
Contact Us