Proxeny decree for Sosistratos, son of Theophilos, of Athens.
Base of white marble, broken at the top.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 241
| 1 | ἱερ[έως — — — — — — — —]ου· |
| Ἡράκων Κρατ[ίππου εἶπεν· ἐπ]ειδὴ συμβαίνει Σωσίστρα- | |
| τον Θεοφίλου Ἀθηναῖον εὔνουν εἶναι τεῖ πόλει Ὠρω- | |
| πίων καὶ τῶ[ν] πολιτῶν τοῖς χρείαν ἔχουσιν ἐμ παν- | |
| 5 | τὶ καιρῶι τὸ συμφέρον πράττειν, δεδόχθαι τεῖ βου- |
| λεῖ καὶ τῶι δήμωι· Σωσίστρατον πρόξενον εἶναι τῆς | |
| πόλεως Ὠρωπίων αὐτὸν καὶ ἐκγόνους κα[ὶ] | |
| εἶναι αὐτοῖς γῆς καὶ οἰκίας ἔνκτησιν καὶ | |
| ἰσοτέλειαν καὶ ἀσφάλειαν καὶ ἀσυλίαν | |
| 10 | καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ |
| πολέμου καὶ εἰρήνης καὶ τἆλλα πάν- | |
| [τα] καθάπερ τοῖς ἄλλοις προξένοις | |
| [κ]αὶ εὐεργέταις γέγραπται. |