[ ]
Italia (Campania) — Neapolis (Napoli) — 194 AD — cf. I.Napoli II, p. 141
| col. I.1 | ἐπὶ̣ [ὑ]π̣ά̣τ̣ω̣ν̣ ∙ Αὐτοκράτορος Καίσ(αρος) ∙ Λ(ουκίου) ∙ Σεπτιμίου |
| Σεουήρου Π[ερ]τένακος ∙ Σεβ(αστοῦ) ∙ τὸ ∙ β 〚[καὶ Δ(εκίμου) Κλωδίου Σεπτιμίου]〛 | |
| 〚[Ἀλβίνου Καίσ(αρος)]〛, δημαρχοῦντος ∙ Μ(άρκου) ∙ Αὐρηλίου Ἀπολαύστου ∙ ν(εωτέρου) ∙ | |
| πρ(ὸ) ∙ ζʹ ∙ καλ(ανδῶν) ∙ Ἰανου[α]ρίων ∙ γραφομένων παρῆσαν ∙ Καίλ(ιος) ∙ Ἀσιατικός, | |
| 5 | Ἰούλ(ιος) ∙ Αὐρηλιανός ∙ Ἰούλ(ιος) ∙ Καιλιανός, εἰσηγουμένων ∙ <τ>ὴν γνώμην |
| ἁπάντων ∙ φρητόρων ∙ περὶ τούτου τοῦ πράγματος οὕτως ἔδοξεν· | |
| ἐπειδὴ {ι} Μουνάτι[ο]ς Ἱλαριανὸς πολείτου δικαίου καὶ φιλοπάτριδος | |
| γνώμηι ∙ καὶ διαθέσει χρώμενος ∙ τὴν φρατρίαν ∙ ὁρῶν ∙ τὴν ἡμετέραν | |
| ἀκόσμητον ∙ οὖσαν ∙ καὶ παλαιάν ∙ φρονήματι ∙ λαμπρῶι ∙ καὶ μεγαλοψύχωι ∙ χρη- | |
| 10 | σάμενος ∙ λίθοις ποικίλοις τοῖς ἀρίστοις ∙ καὶ σπανιωτάτοις πολυτελείᾳ |
| κατασκευῆς ἐκόσμησεν τὸν οἶκον καὶ τὴν ὀροφὴν ∙ ἐποίησε χρυσοῦ ∙ μη- | |
| δέν τι δαπάνης χρημάτων ∙ φεισάμενος, μηδὲ τῶν ∙ εἰς τοῦτο ἀναλωμά- | |
| των, καὶ τοῖς μὲν Ἀρτεμεισίων φράτορσιν ἑστιατήριον ἐποίησε τῶν ἄλ- | |
| λων σεμνότερον, τῇ δὲ Ἀρτέμιδι, ἧς ἐστιν ἐπώνυμος ἡ φρατρία, νεὼν | |
| 15 | κατεσκεύασεν ἄξιον καὶ τῆς θεοῦ καὶ τῆς κοινῆς εὐσεβείας, δεδόχθαι |
| τοῖς Ἀρτεμεισίων φράτορσιν· ἀμείβεσθαι τὴν εὔνοιαν αὐτοῦ τὴν τοσαύτην | |
| καὶ τὴν φιλοτειμίαν, πρῶτον μὲν τῇ τῆς διαθέσεως καὶ προαιρέ<σε>ως τειμῆι | |
| πάντων οἰκειότατον καὶ προστάτην καὶ πα<τέ>ρα νομίζοντας καὶ βίον εὐ- | |
| χομένους αὐτῷ μακρὸν ∙ ἐν εὐδαιμονίᾳ, ἔπειτα δὲ καὶ τειμὰς αὐτῶι νέμειν, κατὰ | |
| 20 | δύναμιν τὴν ἡμετέραν, τὰς προσηκούσας ἀνδριάντων ἀναστάσεις τεσ- |
| σάρων ἐν τῆι φρατρίᾳ, δύο μὲν αὐτοῦ Μουνατίου Ἱλ̣αριανοῦ τοῦ φιλοπάτριδος, δύο | |
| δὲ τοῦ ὑοῦ αὐτοῦ Μαρίου Οὐήρου τοῦ ἥρωος· ἀναθεῖναι δὲ καὶ εἰκόνας ἐν τῆι φρα- | |
| τρίᾳ μετὰ ἀσπιδείων χρυσῶν ἀνφοτέρων, προσφέρειν δὲ αὐτῶι καὶ πεντήκοντα | |
| col. II.1 | χώρας ὁλοκλήρους ∙ καὶ κεχαλκολογηκότων ἐν τῇ φρατρίᾳ προῖκα, |
| ὡς μὴ μόνον κεκοσμῆσθαι ∙ τὴν φρατρίαν ἡμεῖν πολυτελείᾳ καὶ | |
| {καὶ} κάλλει τῆς κατασκευῆς καὶ σεμνότητι ∙ ἱροπρεπεῖ, ἀλλὰ καὶ τῷ πλή- | |
| θει τῶν νεμόντων εὐξῆσθαι τὴν φρατρίαν Μουνατίου ∙ Ἱλαριανοῦ τοῦ | |
| 5 | φιλοπάτριδος τετε<ι>μημένου· ἐπικυροῦντος ∙ τὸ ψήφισμα ∙ Κανεινίου |
| Ἡρακλείδου τοῦ φροντιστοῦ τῆς φρατρίας. | |
| Μουνάτιος ∙ Ἱλαριανὸς ∙ Ἀρτεμεισίων ∙ φρήτορσι ∙ vacat χαίρειν. | |
| τὰς τειμὰς ἃς ἐψηφίσασθέ μοι καὶ τὰς δωρεὰς εἰς ἀμοιβὴν τῆς εὐνοίας | |
| καὶ τῆς προθυμίας τῆς ἐμῆς ἡδέως ἔλαβον, οὐ διὰ τὸ μέγεθος ὧν ἐπεδεί- | |
| 10 | ξασθε φιλοτειμούμενοι πρὸς ἐμὲ καὶ τὸν υἱὸν τὸν ἐμὸν ἥρωα τὸν |
| ὑμέτερον, ἀλλὰ καὶ δι’ αὐτὴν τὴν προαίρεσιν τῶν διδόντων ∙ ὅτι χρησ- | |
| τοὺς ὑμᾶς καὶ δικαίους ἐπέγνων ἐκ τῶν ἀμοιβῶν. τὰς μὲν οὖν | |
| τεσσεράκοντα χώρας ∙ ἃς προετείνατέ μοι παραιτοῦμαι, πεντεκαί- | |
| δεκα χώραις ἐκ τούτων ἀρκούμενος ∙ καὶ τῶν εἰκόνων ∙ τῶν τεσσάρων καὶ | |
| 15 | τῶν ἀνδριάντων τῶν τεσσάρων ἐμοὶ μὲν ∙ ἱκανὴ {ι} ∙ μία γραφὴ {ι} ∙ καὶ χαλ- |
| κοῦς ∙ ἀνδριὰς εἷς, ἴσαι δὲ τειμαὶ καὶ τῶι μεθεστηκότι ∙ τὰς γὰρ πολλὰς ∙ εἰκό- | |
| νας ∙ καὶ τοὺς πολλοὺς ∙ ἀνδριάντας ἐν ταῖς ὑμετέραις ∙ ψυχαῖς ∙ ἔχομεν ∙ κα- | |
| θιδρυμένους· χρὴ δὲ ὑμᾶς ∙ ἄνδρες ἀγαθοὶ καὶ φράτορες ∙ ἐμοί, μὴ ταῦτα | |
| μόνον ἐν ὀφθαλμοῖς ∙ ἔχειν ∙ τὴν φρατρίαν καὶ τὸν εἰς ταύτην κόσ- | |
| 20 | μον καὶ τὴν πολυτέλειαν, ἀλλὰ καὶ ἕτερα ὑμᾶς ἐλπίζειν παρ’ ἐμοῦ· |
| τὸ γὰρ τῆς εὐνοίας ∙ τῆς ἐμῆς ἀεὶ καὶ μᾶλλον ἐγείρει τὴν προθυμίαν | |
| τὴν ἐμὴν ∙ εἰς τὴν πρὸς ὑμᾶς τειμὴν καὶ χάριν. | |
| col. III.1 | L(ucius) ∙ Munatius Hilarianus phretoribus Artemisis |
| salutem. | |
| honores quos decrevistis mihi, item dona at re- | |
| munerandum animum meum et pronam volun- | |
| 5 | tatem grate accepi, non pro magnitudine eorum |
| quae ostendistis tribuentes mihi et filio meo | |
| heroi vestro, set maxime propositi vestri gratia | |
| qui decrevistis ∙ quod vos et bonos et iustos intel- | |
| lexi ex his quae remuneratis. et quidem quinqua- | |
| 10 | ginta choras quas mihi obtulistis excuso, quinde- |
| cim contentus, item de imaginibus quattuor et de | |
| statuis quattuor; mihi enim sufficit statua una | |
| et una imago, set et in honorem fili mei sufficiet | |
| statua una; plures enim imagines et statuas in | |
| 15 | vestris animis habemus constitutas. oportet |
| autem vos, optimi viri et conphretores, non | |
| solum haec ante oculos habere, phretriam et | |
| cultum eius et lautitiam, <sed etiam alia> sperare de me; disposi- | |
| tio enim animi mei magis hortatur volunta- | |
| 20 | tem meam in vestrum honorem et gratiam. |
| valete. |