[ ]
Italia (Campania) — Neapolis (Napoli) — late 1st c. BC/early 1st c. AD — IG XIV 759 — cf. I.Napoli II, p. 141
| 1 | Ἀρίστωνος το̣ῦ̣ #⁷[․․․c.9․․․] τὸ ὑ[πὲρ Οὐ]αλερίας |
| Μούσης τῆς ἑαυτοῦ γυναικός. μὴ ἐξουσίαν δὲ ἐχέτω- | |
| σαν ὁ φρήταρχος ἢ οἱ χαλκολόγοι ἢ ὁ φροντιστὴς ἢ οἱ διοι- | |
| κηταὶ ἢ ἄλλος τις τῆς φρητρίας τῆς ∙ Ἀρισταίων τὴν θυσίαν | |
| 5 | ἢ τὸ δεῖπνον ὑπερτίθεσθαι παρὰ τὰς τεταγμένας ἡμέρας |
| κα[ὶ τ]ὰ χείλια καὶ διακόσια δεινάρια δανειζέσθω μὴ [πλ]ῆο[ν] | |
| ἐ[π’ ὀν]όματι δεινάρια διακόσια πεντήκοντα καὶ τῇ π[όλ]ει. | |
| μὴ ἐξουσίαν ἐχέτω ὁ φρήταρχος ἢ οἱ χαλκολόγοι ἢ ὁ φρον- | |
| τιστὴς ἢ οἱ διοικηταὶ ἢ ἄλλος τις τῆς φρητρίας τῆς Ἀρισταίων | |
| 10 | φρήτορα ὑπὲρ τούτων τῶν ὀνομάτων λαμβάνειν, οὐ[δὲ] |
| πίστει δοθήσεται ὃν δὲ ἂν ὁ δανειζόμενος διδῷ ἀλλοφρή- | |
| τορα, ἐν ἀγάρρει εἰσδιδόσθω, καὶ ἐὰν δόξῃ τῇ ἀγάρρει, | |
| καθὼς καὶ ὑπὲρ φρητάρχου καὶ χαλκολόγων <δε>δογμάτισ- | |
| ται, τότε ἡ οἰκονομία ὑπὸ τῶν προγεγραμμένων γεινέσθ[ω]. | |
| 15 | τοὺς δὲ χαλκοῦς οἱ δεδανεισμένοι καταφερέτωσαν τῇ |
| ἑβδόμῃ τοῦ Πανθεῶνος μηνὸς ἱσταμένου εἰς ἄγαρρει[ν] | |
| πληθύουσαν, καὶ ἐπιψηφιζέτω ἡ φρητρία <ο>ἷς θέλει δανίζε[ιν] | |
| καὶ οὕτως τότε ἄλλη οἰκονομία γεινέσθω καθ’ ἕκαστον [ἔ]- | |
| τος. ἔν τε ταῖς ἡμέραις ταύταις ταῖς δυσίν, αἷς θύοντες δ[ει]- | |
| 20 | πνοῦσιν, Οὐαλερίᾳ Μούσῃ διδόσθω τὰ κατάχ<ρε>α. τὸ δὲ γρ[α]- |
| π[τὸν τ]ὸ τεθὲν ἢ τὸ προσηλω<θ>ὲν ὀφειλέτωσαν ὁ φρήταρχος | |
| ἢ οἱ χαλκολόγοι ἢ ὁ φροντιστὴς ἢ οἱ διοικηταὶ μετα[πα]ραδ[ι]- | |
| δόναι τοῖς ἀεὶ ὑπὸ τῆς φρητρίας καθισταμένοις. ἐὰν δέ τι πα- | |
| ρὰ ταῦτα τὰ ὑπεράνω γεγραμμένα ὁ φρήταρχος ἢ οἱ χαλκολ[ό]- | |
| 25 | γοι ἢ ὁ φροντιστὴς ἢ οἱ διοικηταὶ ἢ οἱ δεδανισμένοι ἢ ἄλλος |
| τις ποιήσῃ ἀποτεισάτω ἱερὰ τῶν θεῶν τῶν φρητρίων ἀργυ- | |
| [ρίου δεινάρια δι]ακόσια [․․․․․c.15․․․․․․ κ]αὶ ἡ ἔκπραξίς ἐστι #⁷#⁷#⁷[— —] |