[ ] Makedonia (Krestonia) — Morrylos (Ano Apostoloi) — shortly after 206/5 BC (or 205/4) — SEG 39.605
See also:
1 [— — — — — — —]Η[․․․]ΑΣΟΥ ἐν δαπά-
[ναις μεγά]λ̣α̣ι̣ς ἐπιχορηγῶν τοῖς ἀ[φι]-
[κνουμ]ένοις ἔν τε τ̣[αῖ]ς ἐνδημίαις τῶν ἡ-
[γο]υμένων καὶ ταῖ[ς] λ̣ο̣ιπαῖς ἐπισκηνί-
5 [αι]ς διαδεχόμενος καὶ δαπανῶν ἐκ
[τοῦ ἰ]δ̣ίου· v τῶι ζʹ v καὶ ιʹ ἔτει ἐπιδεξάμε-
[νο]ς τιχίσαι τὴν π̣ό̣λιν μόνος χάριν τοῦ πρ[ο]-
[ν]οηθῆναι τῆς π̣ά̣ντων σωτηρίας ἀγα-
γεῖν τε εἰς τὴν ἀγο̣ρ̣ὰν [σῖτ]ο̣ν̣ ἐποίησεν̣
10 πρός τε τούτοις [δ]α[π]α̣ν̣ῶν μεγάλως
β̣οῦς τε ἀγελαί̣α̣ς ἔ̣δ̣ω̣κεν τοῖς πολεί-
ταις ὥς τε τῷ θε[ῷ]· δι’ ἃ δὴ ἔδοξεν ἐπαινέ-
σαι τὸν Ἀλκέταν [ἐπί τε τῇ προ]νοίᾳ καὶ τῇ
πρὸς τοὺς π[ο]λ̣ε̣ί̣τας [εὐ]νοίᾳ καὶ στεφα-
15 νῶσ̣αι [αὐ]τὸν θ[αλ]λ[οῦ στε]φάνῳ καὶ εἰ-
κόνι γραπτῇ, τ̣ε̣θ̣ῆ̣ναι δὲ αὐτοῦ
τὴν εἰκόνα [ἐν τῷ ἐπι]φανεστάτῳ
[τό]π̣ῳ τοῦ Ἀ[σ]κληπιε̣ί̣ου, ἄγεσθαι δὲ
[τὴ]ν ἡμέραν αὐ[τὴν ἑ]κ̣άστου Δαι[σί]-
20 ου μη[ν]ὸς ἱ̣ε̣ρ̣ά̣ν̣, ὅτε Ἀλκέτας ᾑρέ[θη]
εἰς μεγίστας ἀ[ρ]χὰς παρὰ τῶν πολ[ει]-
τῶν, ἵν̣α [κα][οἱ λοιποὶ] π̣[ροθυ]μότερ[οι]
γείνωνται πρὸς τὴν τῆς πόλεως φιλο̣[τι]-
[μ]ίαν ὁρῶντες, [τὸ δὲ ψήφισμα] ἀποστα-
25 [λ]ῆν̣[αί] τε [παρὰ τῶν ἀρχόν]τ̣ων τῷ μν̣[ή]-
[μονι κ]α̣ὶ̣ ἀναγραφῆναι εἰστήλ[ην]
[λιθίνη]ν, τεθῆναι δὲ ἐν τῷ ἐπιφα-
νεστάτῳ τόπῳ. ἐπεχειροτο-
νήθη [— — — — — — — — —]
Search Help