[ ]
Mak. (Krestonia) — Morrylos (Ano Apostoloi) — shortly after 208/7 BC (or 207/6) — SEG 39.606
See also:
| 1 | [Ε]ὔξενος Σάμου, Μένανδρος Ὁλωίχου, |
| Νικάνωρ Παραμόνου, οἱ ἄρχοντες εἶπα[ν]· | |
| ἐ̣πεὶ Παράμονος Σαμαγόρου ἐπὶ τῆς | |
| Δημητρίου τοῦ Σωπάτρου στρατηγίας | |
| 5 | ἐπελθὼν ἐπὶ τὴν ἐκκλησίαν ἐδεδώκει τῆι πόλ̣[ει] |
| ὥς τ{〚ετ〛}ε {²⁶τε}²⁶ τῶι Ἀσκληπιῶι βοῦν ἀγελαίαν, ἐξ ἧς καὶ ἐκ̣ | |
| γενομένης ἐπιγονῆς πλείονος ἐν τῶι πέντε | |
| [κ]αὶ δεκάτωι ἔτει, <ἐπὶ> τῆς Ἐπινίκου στρατηγίας, δο- | |
| [χ]θέντος τῆι πόλει στεφανῶσαι αὐτὸν θαλ- | |
| 10 | λίνωι στεφάνωι, τοὺς τότε ἄρχοντας μὴ ἀναδεδω̣- |
| κέναι τὸ ψήφισμα διὰ τῶν ἰδίων γραμ<μ>άτων̣, | |
| [δ]εδόχθαι τῆι Μορρυλίων πόλει, ἐπεὶ πολιτε[ύ]- | |
| [ε]ται πρὸς αὐτοὺς ἀμεμψιμοιρήτως, ἐπιδι̣- | |
| [δ]οὺς αὑτὸν ἐν πᾶσιν τοῖς κατὰ κοινὸν συ̣[μ]- | |
| 15 | [φ]έρουσιν, ἐπαινέσαι τε αὐτὸν καὶ στεφαν̣[ῶ]- |
| [σ]αι θαλλίνωι στεφάνωι, σταθῆναι δὲ τὴν | |
| [σ]τήλην δι’ αὐτοῦ ἐν τῶι ἐπιφανεστάτωι | |
| [τ]όπωι τοῦ Ἀσκληπιείου, ὅπως καὶ ο[ἱ] λ̣οι̣ποὶ | |
| [τ]ῶν πολιτῶν ἐνβλέποντες ὡς ἀπονέ- | |
| 20 | μεταί τις χάρις τοῖς τοιούτοις ἀνδράσ[ι]ν |
| παρορμῶσιν πρὸς τὴν ὁμοίαν αἵρε[σ]ιν, ἀπο- | |
| σταλῆι δὲ τὸ ψήφισμα ε[ἰ]ς τὸν μνήμονα. | |
| vacat ἐπεχειροτονήθη Ὑπερβερεταίου ιζʹ. | |
| {²corona}² |