76947 matches in 36722 texts. | 22501-22600 22601-22700 22701-22800 22801-22900 22901-23000 23001-23100 23101-23200 23201-23300 23301-23400 23401-23500 |
18897 | 1.4624% | Attica (IG I-III) |
2090 | 0.8340% | Peloponnesos (IG IV-[VI]) |
9076 | 1.4253% | Central Greece (IG VII-IX) |
2481 | 1.3942% | Northern Greece (IG X) |
2755 | 1.3559% | Thrace and the Lower Danube (IG X) |
939 | 1.1234% | North Shore of the Black Sea |
16384 | 1.4391% | Aegean Islands, incl. Crete (IG XI-[XIII]) |
16522 | 1.3498% | Asia Minor |
1108 | 3.7736% | Cyprus ([IG XV]) |
1385 | 2.2828% | Greater Syria and the East |
2771 | 1.2412% | Egypt, Nubia and Cyrenaïca |
98 | 0.5603% | North Africa |
2008 | 1.4548% | Sicily, Italy, and the West (IG XIV) |
433 | 1.7531% | Upper Danube |
- IK Estremo oriente 237
- Caria
τοῖς πριαμένοις, καὶ ἐπαρὰς ἐποιήσαντο περὶ τούτων
μήτε προτιθέναι μήτε ἐπιψηφίζειν μηδένα· εἰ δέ τις
ταῦτ[α πα]ραβαίνοι, ἐξώλη γίνεσθαι καὶ αυτὸν καὶ τοὺς
- IK Estremo oriente 238
- Caria
ποιησαμένη, τούτων τὰς ὠνὰς τοῖς πριαμένοις
κυρίας εἶναι, καὶ μήτε προτιθέναι μήτε ἐπιψηφίζειν
μηδένα· εἰ δέ τις ταῦτα παραβαίνοι, ἐξώλη γίνε-
- IK Estremo oriente 250
- Caria
των τῆι βουλῆι καὶ τῶι δήμωι χαί-
ρειν· Δημοφῶν καὶ Φιλίσκος καὶ Φέ-
ρης οἱ παρ’ ὑμῶν πεμφθέντες πρὸς
ἡμᾶς θεωροὶ ἕνεκεν τοῦ ἐπαγγεῖ-
λαι τὸν ἀγῶνα καὶ τἆλλα ἃ ἐψήφισ-
ται ὁ δῆμος συντελεῖν τῆι ἀρχηγέ-
ηνῆι, συμμείξαντες ἐν Ἀντιοχείαι
τῆς Περσίδος τό τε ψήφισμα ἀπέδω-
καν καὶ αὐτοὶ διελέχθησαν μετὰ σπου-
δῆς ἀκολούθως τοῖς κατακεχωρισμέ-
νοις ἐν τῶι ψηφίσματι, παρακαλοῦντες
ἀποδέξασθαι στεφανίτην ἰσοπύθιον
[τ]αετερίδος. ἔχοντες οὖν ἐξ ἀρχῆς π[ερὶ]
τοῦ δήμου τὴν φιλανθρωποτάτην διάλ[η]-
ψιν διὰ τὴν εὔνοιαν, ἣν τυγχάνει ἀποδε-
νηρὰν ποιεῖν τὴν ἑαυτῶν προαίρεσιν ἀπο-
δεχόμεθα τὰς ἐψηφισμένας ὑφ’ ὑμῶν τ[ι]-
μὰς τῆι θεᾶι, πρόκειταί τε ἡμῖν συναύξειν
- IK Estremo oriente 251
- Caria
τῆι βουλῆι καὶ τῶι δήμωι χαίρειν· Δη-
μοφῶν καὶ Φιλίσκος καὶ Φέρης οἱ πα-
ρ’ ὑμῶν πεμφθέντες πρὸς τὸν πατέ-
ρα θεωροὶ ἕνεκεν τοῦ ἐπαγγεῖλαι
τὸν ἀγῶνα καὶ τἆλλα ἃ ἐψήφισται
ὁ δῆμος συντελεῖν διὰ πενταετη-
Ἀρτέμιδι Λευκοφρυηνῆι, ἀπέδωκαν
καὶ τὸ πρὸς ἐμὲ ψήφισμα καὶ διελέχθη-
σαν μετὰ σπουδῆς ἀκολούθως τοῖς
θεᾶι. ἔχοντος οὖν τοῦ πατρὸς περὶ
τοῦ δήμου τὴν φιλανθρωποτάτην δι-
[άλη]ψιν καὶ ταῦτα ἀποδεδεγμένου, θέ-
[σει αὐτ]οῦ, νῦν τε ἀποδέχομαι τὰς ἐψη-
[φισμένα]ς ὑφ’ ὑμῶν τιμὰς τῆι θεᾶι καὶ
[τὸ λ]ο[ι π]ὸν πειράσομαι κατακολουθῶν
- IK Estremo oriente 252
- Caria
δὴ Μάγνητες οἱ ἀπὸ Μαιάνδρου συγγενεῖς ὄντες
καὶ φίλοι τοῦ δήμου καὶ πολλὰς καὶ ἐπιφανεῖς χρεί-
ας παρεισχημένο[ι] τοῖς [Ἕλλη]σίν [εἰσιν τῶν πρὸς δόξ]-
αν ἀνηκουσῶν πρότερόν τε Ἀντιόχου τοῦ Σωτῆρος
φιλοτιμο[υ]μένου ἐπα[υξ]ῆσαι τὴμ πόλιν ἡμῶν οὖσαν
αὐτοῦ ἐπώνυμον καὶ πέμψαντος πρὸς αὐτοὺς περὶ
ἀποικίας, καλὰ καὶ ἔνδοξα ψηφισάμενοι καὶ εὐχὰς καὶ
θυσίας ποιησάμενοι ἀπέστειλαν ἄνδρας πλήθει
τιδι, καὶ πρὸς τὸν δῆμον ἀπεστάλκασι πρεσβευτὰς
Δημοφῶντα Λυκιδέως, Φιλίσκον Φιλίου, Φέρητα
Φέρητος, οἳ καὶ ἐπελθόντες ἐπί τε τὴν βουλὴν καὶ
τὴν ἐκκλησίαν ψήφισμα τε ἀπέδωκαν παρὰ Μαγνή-
των καὶ ἀνανεωσάμενοι τὴν συγγένειαν καὶ τὴν φι-
λίαν ἀπελογίσαντο διὰ πλειόνων τήν τε τῆς θεας ἐ-
εὔνοιαν πρὸς τοὺς συγγενεῖς καὶ ἄλλων δὲ πόλεων
[πολλῶν τὰ αὐτὰ π]ροεψ[η]φ[ισ]μένων [— — —]το
[․․]σιν πρὸ παντὸς οἴεται δεῖν καιρὸ[ν μηδένα] παρα[λει]-
γνήτας τῆς τε πρὸς τὸ θεῖον εὐσεβείας ἕνεκεν καὶ τῆς
πρὸς τὸμ βασιλέα Ἀντίοχον φιλίας καὶ εὐνοίας καὶ
τὸν δῆμον τὸν Ἀντιοχέων, καὶ δ[ι]ότι τοῖς ἰδίοις ἀγαθ[οῖς]
διὰ τὸ πάτρι[ον — — — — — — — — — — — — — — — —]
φίλων τίμια [— — — — — — — — — — — — — — — — —]
καὶ τὰ λοιπὰ ἃ [— — — — — — — — — — — — — — — —]
πόλεων, δίδοσθαι δὲ α[ὐτοῖς καὶ ἐφόδιον ἐκ τοῦ δημοσίου]
ὅσον ἂν ὁ δῆμος ψηφ[ίζηται ἱκανὸν εἶναι καὶ πρέπον]
[τῆ]ι πόλ[ει· αἱρεῖσθαι δὲ τοὺς θεωροὺς τῆι ․․․ τοῦ Ἡρα]-
τοῖς δὲ νικῶσιν τῶν [πολιτῶν τὸν ἀγῶνα τῶν Λευκο]-
φρυηνῶν εἶναι τὰς α[ὐτὰς τιμὰς καὶ τὰ φιλάνθρωπα παρὰ]
τῆς πόλεως καθὰ κ[αὶ τοῖς τὰ Πύθια νικήσασιν ἐκ τῶν]
νόμων ὑπάρχει, τὰ α[— — — — — — — — — — — —]
κου ἐφιέμενοι, πειρώ[μενοι δὲ — — — — — — — ἄ]-
γεσθαι τοὺς ἀγῶνας [— — — — — — — — — — — —]
τοὺς πρυτάνεις ἀεὶ [— — — — — — — κατὰ τὰ ὑπὸ]
τοῦ δήμου ἐ[ψ]ηφισμ[ένα — — — — — — — οἱ ἀφι]-
κνούμενοι παρὰ Μα[γνήτων — — — — — — — —]
πάσης προεδρ[ία]ς τ[— — — — — — — — — — — —]
ἵνα καὶ ἡ φιλία ταῖς πό[λεσιν ὑπάρχηι εἰς τὸν ἅπαντα]
χρόνον, αἱρεθῆναι δ[ὲ καὶ θεωροδόκον ὑπὸ τοῦ δήμου]
δέδεκται ὁ δῆμος [— — — — — — — — — — — — — —]
προεψηφισμένο[ις — — — — — — — ἐπὶ — — — — —]
ἱερ[έως ηἱρ]έθ[η — — — — — — — Ἡγ]ησάν[δρου — —]
- I.Kaunos 7
- Caria
οι· ἀναγράψαι δὲ κ[αὶ τοὺς ταμίας (?)]
τὸ ψήφισμα τό[δε ἐν στήληι λιθίνηι καὶ]
ἀναθῆναι ἐν τ̣[ῶι τοῦ Ἀπόλλω]-
- I.Kaunos 10
- Caria
[— — — — — — — — — — — —]ΩΝ[— — — — — — — — — —]
[ἀναγράψαι εἰς στ]ήλην λιθίνην τ[ὸ ψήφισμα τόδε καὶ ἀνα]-
[θῆναι ἐν τῶι ἱερῶι τ]οῦ Ἀπόλλωνος· ὅπως [δὲ καὶ — — — —]
[— — — — — — εἰς] τὴν ἀναγραφὴν τῶν [ἐψηφισμένων τιμῶν],
[— — — — σκέψ]ασθαι τὴν βουλὴν καὶ [τὸν δῆμον· — — —]
- I.Kaunos 17
- Caria
τοῦ δή̣[μο]υ πέμψαντος πρὸς Καυνίους δικασταγωγὸν Ἀθηνόδωρον Μενεκράτου τὸν αἰτησόμεν̣[ον]
[δικαστ]ήριον, ὁ δῆμος ὁ Καυνίων, φίλος ὑπάρχων καὶ εὔνους τῶι δήμωι καὶ προαιρούμενος ἀπὸ [παν]-
[τὸς] τοῦ βελτίστου σ̣υντελεσθῆναι τὰς κρίσεις, τὴν πᾶσαν σπουδὴν καὶ φιλοτιμίαν ποιησάμενος [πε]-
[ρὶ τ]ὴν αἵρεσιν τῶν δικαστῶν ἀπέστειλεν δικαστὰς Ἀντιγένην Ἀπολλωνίου, Αἰνέαν Ἀρτεμιδώρου, [Τι]-
μ̣οῦχον Εὐάρχου, οἵτινες παραγενόμενοι τὰς μὲν διεδίκασαν τῶν δικῶν καλῶς καὶ δικαίως καὶ κατὰ τοὺ[ς]
[ν]όμους, τὴν πᾶσαν κακοπαθίαν τε καὶ φιλοπονίαν προσενεγκάμενοι, τὰς δὲ καὶ διέλυσαν σπουδάσ̣[αν]-
[τ]ες καθ’ ὅσον ἦν ἐ[φ’] ἑαυτοῖς, τοὺς δὲ διαφερομένους τῶν πολιτῶν εἰς ὁμόνοιαν κατέστησαν [καὶ]
μεληθῆναι τὸν ἀγωνοθέτην, ἀναγορεύοντος τοῦ ἱεροκήρυκος κατὰ τάδε· ὁ δῆμος ὁ Ζμυρναίων [στε]-
[φα]νοῖ τὸν δῆμον τὸν Καυνίων ἀρετῆς ἕνεκεν καὶ φιλοτιμίας ἧς ἐποιήσατο περὶ τὴν ἐξαποσ̣τ̣ο̣-
[λ]ὴ̣ν̣ τῶν δικαστῶν· ἐπηινῆσθαι δὲ καὶ τοὺς παραγενομένους δικαστὰς Ἀντιγένην Ἀπολλω[νί]-
ου, Αἰνέαν Ἀρτεμιδώρου, Τιμοῦχον Εὐάρχου ἐπὶ τῆι αἱρέσει τε καὶ δικαιοσύνηι καὶ φιλοτιμίαι ἧι ἐπο[ι]-
ήσα[ν]το περὶ τὰς κρίσεις καὶ ἐπὶ τῶι ἐνδημῆσαι ἀξίως ἀμφοτέρων τῶν πόλεων καὶ̣ στεφανῶσαι ἕ[κ]ασ-
ἔφοδον ἐπὶ τὴν βουλὴν καὶ τὸν δῆμον πρώτοις μετὰ τὰ ἱερὰ καὶ προεδρίαν ἐν τοῖς ἀγῶσιν τοῖς
συντελουμένοις ὑπὸ τῆς πόλεως· καὶ ἐὰν ἀφικνῶνταί τινες αὐτῶν εἰς τὴν πόλιν, ἐπιμελε̣[ῖσ]-
θαι τήν τε βουλὴν καὶ τοὺς ἄρχοντας τοὺς ἀεὶ καθεστῶτας, ἵνα τά τε ἄλλα πάντα ὑπαρχῆι αὐτ[οῖς]
φιλάνθρωπα παρὰ τοῦ δήμου, καὶ ἐάν τινος δέωνται τῶν καλῶς ἐχόντων, γίνηται αὐτοῖς· π̣[ε]-
ρὶ δὲ πολιτείας αὐτοῖς τε καὶ ἐκγόνοις αὐτῶν τὸν βουλόμενον τῶν πολιτῶν οἷς ἔξεστιν
προγράψασθαι καὶ εἰσενεγκεῖν ἐν τοῖς ἐννόμοις χρόνοις· ἑλέσθαι δὲ καὶ πρεσβευτήν· τὸν
δὲ αἱρεθέντα ἀφικόμενον πρὸς Καυνίους τό τε ψήφισμα τόδε ἀναδοῦναι τοῖς ἄρχουσιν καὶ [ἐ]-
πελθόντα ἐπί τε τὴν βουλὴν καὶ τὸν δῆμον διαλεγῆναι περὶ τῶν δικαστῶν ἣν ἐποιήσαντο
[σ]πουδὴν καὶ φιλοτιμίαν περὶ τὰς κρίσεις, ἐμφανίζοντα διότι ἔν τε τοῖς ἄλλοις πᾶσιν ἐπαινε[ῖ]
[α]ὐ̣τοὺς ὁ δῆμος γεγενημένους ἀξίους ἀμφοτέρων τῶν πόλεων, καὶ διότι μισοπονήρως
τε καὶ δικαίως καὶ κατὰ τοὺς νόμους, φιλοπονίας τε καὶ κακοπαθίας οὐθὲν ἐλλείποντες, ἃς
μὲν ἔκριναν τῶν δικῶν, ἃς δὲ καὶ συνέλυσαν συμφερόντως· καὶ παρακαλεῖν τὸν δῆμον
τὸν Καυνίων ἐπιμέλειαν ποιεῖσθαι ὅπως οἵ τε στέφανοι οἱ ἐψηφισμένοι αὐτῶι τε καὶ τοῖς δικασ-
ταῖς ἀναγορεύωνται καθ’ ἕκαστον ἔτος παρ’ αὐτοῖς ἔν τε τοῖς μουσικοῖς καὶ σκηνικοῖς ἀγῶσιν, ὅταν
αὐτοὶ τοὺς εὐεργέτας στεφανῶσιν, ἐπιχωρῆσαι δὲ καὶ τόπον ἐπιφανῆ ἐν ὧι ἀνατεθήσεται στή-
λη λευκοῦ λίθου, ἀναγραφέντος εἰς αὐτὴν τοῦδε τοῦ ψηφίσματος, δηλοῦντα διότι ταῦτα πράξαν-
τες χαριοῦνται τῶι δήμωι· μεθόδιον δὲ τῶι αἱρεθέντι πρεσβευτῆι ὅσων ἡμερῶν δεήσει δοθῆ-
ναι, τὸν μὲν δῆμον τάξαι, τὸν δὲ ταμίαν δοῦναι κατὰ τὸ τῆς διοικήσεως ψήφισμα· τὸ
δὲ ψήφισμια ψήφισμα τόδε ἀναγεγράφθαι. πρεσβευτὴς εἱρέθη Ἀθηνόδωρος Μενεκράτου.
- I.Kaunos 18
- Caria
τοῦ δήμου πέμψαντος πρὸς Καυνίους τὸν αἰτησόμενον δικαστὰς καὶ γραμματέα, ὁ δῆμος ὁ Καυ-
νίων, φίλος ὑπάρχων καὶ εὔνους τῶι δήμωι, τὴν πλείστην σπουδὴν προσηνέγκατο περὶ τὴν ἐξα-
[π]οστολὴν τῶν τε δικαστῶν καὶ τοῦ γραμματέως, καὶ ὁ συνεξαποσταλεὶς δὲ τοῖς δικασταῖς γραμ-
ματεὺς Πυθίων Δημητρίου τὴν καθ’ ἑαυτὸν χρε[ία]ν παρέσχετο προθύμως, σπουδῆς καὶ [φι]λοτιμίας
οὐθὲν ἐλλείπων· ὅπως οὖν καὶ ὁ δῆμος φαίνηται καταξίαν ἀποδιδοὺς χάριν τῶι γραμματεῖ τῆς
Πυθίωνα Δημητρίου Καύνιον καὶ στεφανῶσαι αὐτὸν θαλλοῦ στεφάνωι ἐν τοῖς πρώτοις Διονυσί-
οις, ὅταν καὶ αἱ τοῖς δικασταῖς ἐψηφισμέναι τιμαὶ ἀναγγέλλωνται· τὸν δὲ εἱρημένον πρεσβ[ευ]-
[τ]ὴν ἀφικόμενον πρὸς Καυνίους ἐμφανίσαι τε περὶ τοῦ γραμματέως ἣν προσηνέγκατο
σπουδὴν καὶ φιλοτιμίαν περὶ τὴν γραμματείαν καὶ ἣν ἐποιήσατο εὐκοσμίαν περὶ τὴν ἐπι-
δημίαν καὶ παρακαλεῖν αὐτοὺς τὰς ἐψηφισμένας τιμὰς τῶι γραμματεῖ ἀποδέξασθα[ι κ]αὶ τὴν
ἀναγγελίαν ποιήσασθαι παρ’ ἑαυτοῖς, ὅταν καὶ τὰς τοῖς δικασταῖς ἐψηφισμένας τιμὰς ἀναγγέλ-
λωσιν, ἀναγράψαι δὲ καὶ τοῦτο τὸ ψήφισμα εἰς τὴν στήλην, εἰς ἣν καὶ τὸ τοῖς δικασταῖς
ἐψηφισμένον ἀναγραφήσεται. περὶ δὲ πολιτείας αὐτῶι τε καὶ τοῖς ἐκγόνοις τὸν βουλόμ[ε]-
νον τῶν πολιτῶν οἷς ἔξεστιν προγράψασθαι καὶ εἰσενεγκεῖν ἐν τοῖς ἐννόμοις χρόνο[ις]·
τόδε τὸ ψήφισμα ἀναγεγράφθαι. πρεσβευτὴς εἱρέθη Ἀθηνόδωρος Μενεκράτου.
- I.Kaunos 19
- Caria
ἐπὶ ἱερέως Μηνοδώρου τοῦ Ἀθηνοδώρου τοῦ Ἀλεξίου, [μ]ηνὸς Ἱλαστηριῶνος· ἔδοξε Καυ-
νίων τῆι βουλῆι καὶ τῶι δήμωι πρυτάνεων γνώμῃ· ἐπειδὴ Ζμυρναῖοι, φίλοι καὶ εὔνοι ὑ-
πάρχοντες τοῦ δήμου, ἀπέσταλκαν πρεσβευτὴν καὶ ψήφισμα ἐν ὧι γράφουσιν ὅτι, ἀποστει-
λάντων αὐτῶν πρὸς ἡμᾶς πρεσβευτὴν τὸν αἰτησόμενον δικαστὰς καὶ γραμματέα, ἡμεῖς
παραγενομένους εἰς τὴν πόλιν αὐτῶν τὰς μὲν δεδικακέναι τῶν δικῶν καλῶς καλ δικα[ίως]
καὶ κατὰ τοὺς νόμους, τὴν πᾶσαν κακοπαθίαν τε καὶ φιλοτιμίαν προσενεγκαμένους, τὰς [δὲ]
συνλελυκέναι, σπουδάσαντας καὶ τοὺς διαφερομένους τῶν πολιτῶν εἰς ὁμόνοιαν κατα-
στεφανοῦσιν θαλλοῦ στεφάνωι καὶ ὁ παραγενόμενος παρὰ Ζμυρναίων πρεσβευτής,
ἀ̣ν̣ὴρ καλὸς καὶ ἀγαθός, τό τε ψήφισμα ἀπέδωκεν καὶ ἐπελθὼν ἐπὶ τὴν βουλὴν καὶ τὸν δῆ-
μον διελέγη ἀκολούθως τοῖς ἐν τῶι ψηφίσματι γεγραμμένοις, σπουδῆς καὶ φιλοτιμίας
οὐθὲν ἐλλείπων, παρεκάλεσέν τε ἵνα ἡ ἀναγγελία τῶν στεφάνων τῶι δήμωι ἡ-
ρ’ ἡμῖν ἀγῶσιν καὶ ἵνα πρόνοιαν ποιησώμεθα ὅπως καὶ παρ’ ἡμῖν ἀναγραφῇ τὸ ἀπεσ-
ταλμένον ὑπ’ αὐτῶν ψήφισμα εἰς στήλην λιθίνην καὶ ἀνατεθῇ ἐν τῶι ἐπιφανεστάτωι τό-
πωι καὶ ὅτι ταῦτα πράξαντες χαριούμεθα αὐτοῖς· δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· ἀποκρ̣[ί]-
νασθαι Ζμυρναίοις ὅτι ὁ δῆμος ἀποδέχεται τὰ ἐψηφισμένα τίμια φιλοφρόνως καὶ ἐπαιν[εῖ]
αὐτοὺς ἐπὶ τῶι μνημονεύοντας τῶν γινομένων εἰς αὐτοὺς ὑπὸ τοῦ πλήθους ἡμῶν συν-
φερόντων τὴν ἁρμόζουσαν πεποιῆσθαι πρόνοιαν περὶ τῶν προγεγραμμένων, ἐνφα-
νιζέιτω ἐνφανιζέτω δὲ Ζμυρναίοις καὶ ὅτι τὴν ἀναγραφὴν τοῦ ἀπεσταλμένου ὑπ’ αὐτῶν ψηφίσμα-
τος καὶ τὴν ἀναγγελίαν τῶν στεφάνων ποιήσεται καθ’ ἕκαστον ἔτος ἐν τῶι συντελε[σ]-
- I.Kaunos 20
- Caria
πρυτάνεις εἰσέδωκαν περὶ τοῦ ἀναγνωσθέντος ψηφίσματος τοῦ ἀπεσταλμένου ὑπὸ Ζμυρ-
ναίων καθότι ἐπαινοῦσιν τὸν δῆμον καὶ στεφανοῦσιν χρυσῶι στεφάνωι, ἐπαινοῦσιν δὲ καὶ
μητρίου θαλλοῦ στεφάνωι· δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· ἑλέσθαι ἄνδρα ὃς μισθώσει κατα-
σκευὴν στήλης λιθίνης εἰς ἣν ἀναγραφήσεται τὸ ἀπεσταλμένον ψήφισμα παρὰ Ζμυρναί-
ων καὶ τὴν ἀνάθεσιν ποιήσεται ἐν τῶι τοῦ Ἀπόλλωνος ἱερῶι· ὅσου δ’ ἂν μισθωθῇ δ[ό]τωσαν αὐτῶ[ι]
- I.Kaunos 21
- Caria
[γνώμῃ· ἐπειδὴ] τοῦ δήμου πέμψαντος [πρὸς Καυνίους τὸν αἰτησόμενον]
[δικαστήριον, ὁ δῆ]μος ὁ Καυν̣ί̣ων̣, [φίλος ὑπάρχων καὶ εὔνους τῷ δήμῳ καὶ]
[προαιρούμεν]ος ἀπὸ παν[τ]ὸς τ̣οῦ βε̣λ̣τ̣ί̣σ̣[του συντελεσθῆναι τὰς κρίσεις],
[τὴν πᾶσαν σ]π[ου]δὴν καὶ φιλοτιμ[ί]αν̣ π[οιησ]άμεν[ος περὶ τὴν αἵρεσιν τῶν]
[δικαστῶν ἀπέσ]τ̣ειλεν δικαστὰς ἄν̣δ̣ρ̣α̣ς [κ]α̣λοὺ̣ς [καὶ ἀγ]α̣θ̣[οὺς — — — —]
[νόμενοι τ]ὰς [μ]ὲν διεδίκασαν τῶν δικῶν καλῶς καὶ δικαίως [καὶ κατὰ τοὺς]
[νόμους, τὴν] πᾶσαν̣ κακ̣οπαθίαν καὶ φιλοπονίαν προσεν̣ε[γκάμενοι, τὰς δὲ]
[καὶ διέλυσαν] σπου[δάσα]ν[τ]ες καθ’ ὅσον ἦ̣ν ἐφ’ ἑα̣υτοῖς, τοὺ[ς] δ̣[ὲ διαφερομένους]
[τῶν πολιτῶν εἰς ὁμόνοια]ν κ[ατέσ]τησ̣αν̣· ὅπ[ω]ς οὖν κα̣ὶ ὁ δῆμ̣[ος φανερὸς ᾖ]
[τοῖς προσφιλῶς (?) ἔχ]ο̣[υσι]ν ἀποδιδοὺς τὴν καθήκουσαν τ[ιμὴν καὶ χάριν]·
[τύχῃ ἀγαθῇ· δεδόχθαι· ἐπῃνῆσ]θαι μὲν τὸν δῆμον τὸν Κ̣[α]υ̣[νίων ἐπὶ τῇ αἱ]-
- I.Kaunos 22
- Caria
ὁ δῆμος ὁ Μαγνήτων τοὺς δικαστὰς καὶ τὸν γραμμ[ατέα]
Φιλῖνον vac.
Μονουμίου
[τοῦ δήμου] πέμψαντος ἐπήκοον Ἀρτεμίδωρον Πρωταγόρου αἰτησόμ[ενον δι]-
[καστήριον] παρὰ Καυνίων φίλων καὶ εὔνων ὑπαρχόντων, Καύνιοι ἀπ[έστει]-
[λαν δικαστὰς] πρὸς τὴν πόλιν ἡμῶν [— — — — — — — — — — — — — — —]
[․․․ ἄνδρας καλ]οὺς καὶ ἀγαθοὺς [Φιλῖνον Μο]νουμίου, Ἀπο[λλω]νίδη[ν]
[Ἀπολλωνίδου], Δημήτριον Μ̣[ενάνδρου — — — — — — — — — — — — —]
- I.Kaunos 23
- Caria
[vac.?] πρυτάνεις εἰσέδωκαν ἐπ[ὶ — — — — — — — — —]
[ψηφί]σματα τρία καθ’ ἃ Τ[— — — — — — — — — — — —]
[— — — — — — — — — — — — — — — — — — — — — —]
- I.Kaunos 24
- Caria
[πράττων τ]ὰ τῆι πόλει συμφέρ[οντα, τοὺς δὲ πρεσβεύοντας ὑπὲρ τῆς ἐπαγγελίας]
τῶν ἀγώνων ἀποδέχεσθ[αι φιλανθρώπως — — — — — — — — — — — — — — — —]
[— —] βούλετ̣α̣ι ΤΩ[— — — — — — — — δεδόχθαι τῶι δήμωι· δεδόσθαι προξενίαν]
- I.Kaunos 25
- Caria
[— — — — — — — —]Ο δὲ ἐπιμεληθῆνα[ι τῆς ἀνα]-
[θέσεως τῶν ψηφισμά]των καὶ τῶν ἀνδ[ριάντων]
[— — — — — — — — —]ντα ὡς δέδοκτα[ι — — —]
- I.Kaunos 30
- Caria
[κ]ίαθεν ἀνδρὸς ἀξιολογωτάτου καὶ εὐγενεστάτου ὡς κοινὴν ἁπάντων καὶ ἰδίαν ἑκάστου τὴν ἐπ’ αὐτῷ λύπην ὑπολαβεῖν. καὶ ἐσπούδαζεν μὲν
καὶ ἐκκομιζόμενον αὐτὸν ἐν ᾧ πολυτελῶς ἐφιλοτειμήσατο γυμνασίῳ δημοσίας ταφῆς ἀξιῶσαι, τῶν δὲ οἰκείων αὐτοῦ παραιτησαμένων συνελθὼν
ὁ δῆμος μετὰ τῆς βουλῆς ὁμοθυμαδὸν ἐπεβοήσατο καὶ ἐτείμησεν αὐτὸν ταφῇ δημοσίᾳ καὶ εἰκόνων ἀναθέσεσιν καὶ ἀνδριάντων ἀναστάσεσιν καὶ ταῖς ἄλ-
λαις ταῖς ὀφειλομέναις καὶ πρεπούσαις τῇ ἀξίᾳ αὐτοῦ τειμαῖς, μεμνημένος ὧν τε οἱ πρόγονοι αὐτοῦ τῇ πατρίδι παρέσχον τε ταῖς ἀπὸ τῶν οὐσίων φιλοτειμί-
αις καὶ ἐν πρεσβειῶν κατορθώμασιν καὶ ὧν ὁ πατὴρ αὐτοῦ στεφανηφορήσας μὲν ἐπὶ ἀργυρίου πολυτελεῖ δόσει, πρυτανεύσας δὲ φιλοτείμως ἅμα καὶ προνοητικῶς
τῶν τῆς πόλεως πραγμάτων καὶ πρεσβεύσας δωρεὰν πρός τε αὐτοκράτορα καὶ ἡγεμόνας καὶ δεκαπρωτείαν μετὰ ἐπεικείας πάσης τελέσας ὧν τε αὐτὸς Ἀγρεοφῶν ἀπὸ
τῆς ἐν παισὶν καὶ ἐφήβοις ἡλικίας ἀρξάμενος φιλοτείμως καὶ ἐν ἀνδ[ρ]άσιν τέλειον καὶ μεγαλόψυχον ἐπλήρωσεν ἀεὶ τὴν εἰς τὴν πατρίδα διάθεσιν, γυμνασιαρχίαν τε
ἀναδεξάμενος δωρεὰν καὶ στεφανηφορίαν ἐν αὐτῷ ἔτει ὑπὲρ ἧς καὶ ἀργύριον τῷ δήμῳ ἔδωκεν, δι’ ἧς οὐ μόνον τὴν εἰς τοὺς πολείτας ἐπεδεί-
ξατο πολυτέλειαν, ἀλλὰ καὶ μέχρι τῆς ξενικῆς γνώσεως ἐκόσμησεν τὴν πατρίδα διηνεκῆ πᾶσιν παρασχὼν ἄφθονον καὶ δαψιλῆ τὴν τοῦ ἐλαίου
χρῆσιν τήν τε τῆς γερουσίας γυμνασιαρχίαν οὕτως πλουσίως ἐπλήρωσεν ὡς ὑπὸ τῆς πόλεως αὐτὴν μαρτυρηθῆναι ἐπὶ τῇ φιλοτειμίᾳ, καὶ ἀγωνοθέτης γε-
νόμενος ἐν πενταετηρίδι πρός τε τὴν πόλιν καὶ τοὺς ἐπιδημήσαντας ξένους καὶ θεατρικοὺς καὶ ἀθλητὰς ἐνιαυσίοις ἀναλώμασιν ὑπεβάλετο τήν τε ἐνχειρισ-
θεῖσαν αὐτῷ δεκαπρωτείαν πιστῶς καὶ ἁγνῶς διοικήσας ἐπείκειαν αὐτῇ πᾶσαν ἐπεδείξατο ὁσάκις τε εἰς ἐπιδόσεις ἐκλήθη προσυ-
πήντα ταῖς τῆς πόλεως χρείαις τῇ ἰδίᾳ φιλοτειμίᾳ συναμιλλώμενος καὶ τοῖς εὐπορωτέροις· διηνεκῆ δὲ τὴν τῶν θεάτρων παρεῖχεν ὑπηρεσίαν καὶ
ἐν τοῖς ἰδιωτικοῖς καιροῖς ἐπιδεικνύμενος λειτουργοῦ μεγαλοψυχίαν. τὸ δὲ ὅλον λαμπροτέραν τῶν ἀπὸ τῆς τύχης φιλοτειμιῶν ἐπιδεικνύμενος
τὴν τῆς ψυχῆς καὶ τῶν ἠθῶν φιλαγαθίαν ἐπεικῆ καὶ ἰσότειμον τὸν ἑαυτοῦ παρεῖχεν βίον αἰδούμενος μὲν τοὺς πρεσβυτέρους ὡς πατέρας, φιλοστόργως
δὲ καὶ φιλοκαλῶς προσφερόμενος πάσῃ ἡλικίᾳ, δίκαιος ἐμ πολιτείᾳ, ἁγνὸς καὶ περὶ τὰς δημοσίας πίστεις, ζηλωτὸς τῆς σωφροσύνης, εὐσεβὴς καὶ
φιλόστοργος πρὸς τοὺς οἰκείους, ἀμείμητος πρὸς τοὺς φίλους, ἐπεικὴς καὶ φιλάνθρωπος πρὸς τοὺς οἰκέτας. ἐφ’ οἷς πᾶσιν δεδόχθαι τετειμῆσ-
θαι καθὼς προγέγραπται καὶ τετελευτηκότα Ἀγρεοφῶντα β τοῦ Διοδότου τοῦ Ἀρτεμιδώρου Περδικίαθεν τῇ τε δημοσίᾳ ταφῇ καὶ ταῖς ἄλλαις
ταῖς ὀφειλομέναις καὶ πρεπούσαις τῇ ἀξίᾳ αὐτοῦ τειμαῖς ἀνατεθῆναί τε αὐτοῦ καὶ εἰκόνας καὶ ἀνασταθῆναι ἀνδριάντας ἐκ δημοσίου, τῆς
ἐπιγραφῆς ἐφ’ ἑκάστου γεινομένης ἀναλογούντως τῇ τε ἀξίᾳ αὐτοῦ καὶ τοῖς εἰς τὴν πατρίδα πεφιλοτειμημένοις.
χρηστὲ χαῖρε.
- I.Kaunos 33
- Caria
[θ]αλλοῦ στεφάνωι ἐπιμελε[ίας ἕνεκεν. vac.]
[τ]οῖς τε βουλομένοις φιλοδοξε[ῖν καὶ συναύ]-
ξειν τὴν κώμην ὑπάρχειν τίμια· τῶ[ι μὲν γὰρ ἐ]-
τ’ ἐνιαυτὸν ἐν τοῖς Κατ̣α̣σ̣π̣[ο]ρ̣ί̣ο̣[ις εὐνοί]-
ας καὶ φιλοδοξίας [ἕνεκεν· τῶι δὲ ἐπαγγειλα]-
μ̣ένωι μὴ ἔλασσον 𐆖 ρ̣ʹ, ἢ̣ [— — — — — — —]
τοῖς Κατασπορίοις καὶ [τ]οῖς [— — — — —]
ἀρετῆς ἕνεκεν καὶ εὐνο[ίας καὶ φιλοδοξίας]·
[τ]ῶι δὲ ἐπαγγειλαμένω[ι μὴ ἔλασσον 𐆖 σʹ ἢ δι]-
[․․]σι̣ε̣ί̣οις εὐσεβείας ἕν[εκεν καὶ ἀρετῆς καὶ]
[εὐ]ν̣οίας καὶ φιλοδοξίας, δί[δοσθαι δὲ αὐτῶι]
[κα]ὶ διμ̣οιρίαν̣ τῶ̣ν ε[πὶ τῶν βωμῶν ἀεὶ θυομέ]-
- I.Kaunos 34
- Caria
χρόνῳ, τὸν δὲ μὴ λογοθετήσαντα ἐκτελ[ῶς βούλομαι τίνειν]
δηνάρια χείλια καὶ ἀπογράφομαι ἔφοδον [αὐτοῦ· ψηφισ]-
[θ]είσης τῆσδε τῆς ἐπανγελίας ὑπό τε τῆ[ς βουλῆς καὶ]
[․․] ὡς πᾶσιν εὔγνωστον εἶναι τὴν ἰς τὴν πατ[ρίδα μου]
[φιλ]οτειμίαν. vacat 0.08m Κόρυμβος v ἐτῶν vacat [— —]
[․․․]ων πρύτανις sign μβʹ vacat Βασιλείδης π[ρύτανις — —]
- I.Kaunos 35
- Caria
ἐ̣π̣ὶ̣ Μ̣Ε̣[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — ψήφισμα]
τοῦ δήμ̣ου̣ [τοῦ Καυνίων — — — — — — — — — — — — — — — — — — — — — — — — τὰ ἐψηφ]-
ισμένα τ̣ῇ β[ουλῇ — — — — — — — — — — — — — — — — — — — — — — — κατὰ τὸν δημοσι]-
ωνικὸν νόμον [— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
μήτε ἀργύριον πράσσε[ι]ν ὑπὲρ τῶν ἰσαγομένων καθὼς ἐπ’ εἴδους δεδήλωται, μήτε ἀ-
π’ αὐτῶν τῶν ἰσαγομένων λαβεῖν τι τέλους ἢ φιλανθρώπου ὀνόματι εἰς Ἀφροδείτην
μηδ’ εἰς ἡντιναοῦν ἀπογραφήν. vacat
γοντες αὐτὰ αὐ[τ]οὶ πάλιν διὰ τῶν αὐτῶν ὧν εἰσήγαγον ὅρων ἐν ἄλλαις ἡμέ-
ραις τριάκοντα, οὐχ ὑποκείσονται τῷ τοῦ ἐξαγωγίου τέλει ἢ φιλανθρώπου τι-
νὸς ἢ Ἀφροδείτης ὀνόματι. vacat ἀπογράψονται δὲ οὗτοι τὴν ἡμέραν μόνον διὰ τῶν
[— — — — — — — — — — — —] οὐδὲ τῷ τ[․․․ οὐχ ὑ]ποκείσοντα[ι] τ[ῷ τ]έλει οὐ-
[δὲ φιλανθρώπου τινὸς ἢ Ἀφρ]οδείτη[ς ὀνόματι οὐδ’ ἄλλῃ ἀ]πογραφῇ τινι. vacat
[— — — — διὰ πάντων τῶν τῆς] πανηγύ[ρεως ἡμε]ρ̣ῶν ὑπὸ ξένων κα[ὶ μ]ετοί-
[— — — — — — — — — — — — — — — — — — — — — — — τ]ῷ τοῦ ἐξαγωγίου τέ-
[λει μηδὲ φιλανθρώπου τινὸς ἢ Ἀφροδείτης μηδ’ ἄλλης ἡστινοσοῦν ἀ]πογραφῆς ὀνόματι
[— — — — — — — — — — — — — — — — — — — — — — — — —] πανήγυρ[ι]ν διάγον-
ται οὐδὲ αὐ[τ]οὶ περὶ τῶν ὑπολοίπων φορτίων οὐδὲ τῷ τοῦ ἐ[ξα]γωγίου τέλει
οὐδὲ φιλανθρώπου τινὸς ἢ Ἀφροδείτης ὀνόματι οὐδ’ ᾑτινιοῦν παρευρέσει κα-
τ’ οὐδένα τρόπον. ἐὰν δέ τις ξένος βουληθεὶς πωλῆσαι φορτίων τὰ τρίτα
ὡς πρὸς πλοῦν, ἢ κατασ[κ]ευαζομένης ὁπουδηποτεοῦν σκά-
φης, οὐδὲν πρά[ξ]ουσιν ο[ὐ]δὲ ἰς λόγον τινὸς [φ]ιλανθρώπου οὐδ’ ᾑ-
τινιοῦν παρευρέσει κατ’ οὐδένα τρόπον. vacat πράξονται δὲ τέ-
- I.Kaunos 37
- Caria
ἱερατε[ύοντος — — — — — — — — — — — — — — — τ]-
ῶι φίλω[ι — — — — — — — — — — — — — — — ἀγω]-
νοθετο[ῦντος — — — — — — — — — — (?) τοῦ Σωπά]-
- I.Kaunos 38
- Caria
[— — — — —]Α[— — — — — — — — — — — — — — — — — — — — — — — —]
[Μηνό]φιλος Μηνοφίλου [— — — — — — — — — — — — — — — — — — — —]
[ὑπὲρ] αὐτοῦ καὶ τῶν ἀδελ[φῶν — — — — — — — — — — — — — — — — —]
[καὶ τοῦ] υἱοῦ Ἀντιλέοντος vacat
[— — — — —]ς Φιλοκράτου Ἴμβ[ριος — — — — — — — — — — — — — — — — —]
[— — — — —] Ζήνωνος Καρπασυανδεύς vacat [— —]
[Βασι]λείδης Βασιλείδου Ἴμβριος vacat [— —]
[Φιλ]όδημος Δράκοντος Καυνιάτης vacat [— —]
[Ἀπολ]λώνιος Δεξιφάνου Ἴμβριος vacat [— —]
[ὑπέρ] τε αὐτοῦ καὶ τοῦ υἱοῦ Ἀμεινίου vacat [— —]
[․․․․․]φιλος Θερσάνδρου Κυσηρεὺς ὑπὲρ vacat
[το]ῦ ἀδελφοῦ Θερσάνδρου vacat [— —]
- I.Kaunos 41
- Caria
γυμνασιαρχοῦντος τῶν μὲν ἐφήβων
Μηνοφίλου τοῦ Πτολεμαίου.
τῶν δὲ νέων
Μένιππος Μενεκράτους
Φίλτης Ἑστείου
Ἀγρόθεος Ἑρμοφάντου
- I.Kaunos 51
- Caria
[ὧ]δε τις εἰσοράουσα γ̣υν̣ὴ τέκνα γούνασι θέσθω
καὶ φίλιον στόμασιν μαστὸν ἐπὶ προθέτω.
τάνδε γὰρ εἰκόνα παῖς Εὐανθίδι δῶρα Μελάνθου
- I.Kaunos 53
- Caria
[ἀ]μφιθαλῆ μὲν ἔθου ξανθοῖς ἐπύπ[ερθε πλοκοῖσι]
[κ]ισσὸν ἀπ’ ὠραίων δρεψάμενος Γ̣[⏑ ⏑ –]
- I.Kaunos 83
- Caria
τιμὰ καρύσσ[ει — — — — — — — — — —]ας χάριτας.
ὅσσα δ’ ἔχω λ[— — — — —]ως καλὰ καὶ φίλα δάμωι,
ἀτρεκὲς ἔγ μ[ου ἔ]π̣ος πεύθεο τᾶσδε λίθου.
ὃς δὲ καὶ ἐξανύσας [— — — — — ἕ]ο χεῖρας ἐπ’ ὄλβου
ὤρεξεν, μεγάλοις ἀθανάτοισι φίλος.
- I.Kaunos 103
- Caria
μένον τοῦ δήμου χρυσῶι στεφά-
νωι, τιμᾶι δὲ καὶ εἰκόνι χαλκῆι ἐφίππωι
ἀρετῆς ἕνεκεν καὶ εὐνοίας τῆς εἰς ἑαυτόν.
- I.Kaunos 123
- Caria
[— — — — — — — Καίσ]αρι Οὐεσπασιανῷ αὐτοκράτορι τὸ ε
[ὁ δῆμος ὁ Καυνίων διὰ] Ῥουτιλίου Λούππου Φισκιλίου vac.
[ vacat? ]
- I.Kaunos 136
- Caria
Κοέλλῳ Μουρήνᾳ Πομπηίῳ Φάλκωνι
δέκα ἀνδρῶν ἀμφιβόλων κρίσεων χειλιάρ-
χῳ πίας πιστῆς ταμίᾳ δημάρχῳ πλήθους
- I.Kaunos 139
- Caria
[των] ἡγεμόνων, ζή[σ]α[σα]ν σεμνῶς καὶ σωφρό-
[νως κ]α̣ὶ̣ φιλάνδρως καὶ πάσῃ ἀρετῇ διενέγκασαν.
κατὰ Λυκίαν πόλεσι πάσαις, σεμνότητι
καὶ σωφροσύνῃ καὶ φιλανδρίᾳ καὶ πάσῃ ἀ-
ρετῇ καὶ δικαιοσύνῃ διαφέρουσαν.
πάτων ἡγεμόνων, ὑπὸ τῆς πατρίδος πολλάκις τετειμημένον καὶ ὑπὸ ἑτέρων
δήμων ἐλευθέρων καὶ πόλεων ἀνδριᾶσιν καὶ ψηφίσμασιν καὶ ὑπὸ τοῦ Λυκίων
ἔθνους ψηφίσματι καὶ προεδρείᾳ, ὁμοίως τειμηθέντα καὶ ὑπὸ τῶν ἀπὸ
τῆς οἰκουμένης ἀθλητῶν ἱερονεικῶν στεφανειτῶν καὶ τούτων ἀδελφῶν καὶ
νοθετήσαντα πολυτελῶς, ἱερατεύσαντα Διὸς Πολιέως καὶ Λητοῦς τῆς πρὸς τοῖς θερμοῖς,
ἔν τε ἐπιδόσεσιν καὶ ἐπαγγελίαις καὶ ἑστιάσεσιν καὶ παραπώλαις αἰεὶ φιλοτειμηθέντα ὡς δι-
ηνεκῆ λειτουργὸν καὶ ἄρχοντα, πολειτευόμενον σεμνῶς καὶ ἐναρέτως καὶ δικαίως
καὶ φιλανθρώπως τῷ τε παντὶ δήμῳ συνφερόντως καὶ τοῖς κατ’ ἄνδρα
vacat ἀπροσκόπως ἀρετῆς ἕνεκεν καὶ εὐνοίας τῆς εἰς αὑτόν.
- I.Kaunos 140
- Caria
[Ἰα]τροκλέα Ζήνωνος τοῦ Ἰατροκλέους Καρπασυανδέα,
[ἄ]νδρα εὐγενῆ καὶ φιλόπατριν, προγόνων ἐπιφα-
νῶν καὶ ἐνδόξων, ἀρχιερατεύσαντα τῶν Σε-
- I.Kaunos 141
- Caria
[ερασαμένη]ν τῶν Σεβαστῶν
[εὐσεβῶς καὶ] φιλοτείμως ἀ̣λ̣ί̣-
[τουργον μό]νην, ἀρετῆς ἕνε-
- I.Kaunos 142
- Caria
τρου Καύνιον, ἄνδρα καλὸν καὶ ἀγαθὸν
ἐκ προγόνων καλῶν καὶ φιλοδόξων,
πατρὸς στεφανηφόρου, στεφανηφ[ο]-
- I.Kaunos 143
- Caria
ἱερατεύσασαν τῶν Σεβαστῶν καὶ πάντ[α]
ἐπιτελέσασαν εὐσεβῶς καὶ φιλοδόξω[ς].
τὴν δὲ ἐπιμέλειαν τῆς ἀναστάσεω[ς]
- I.Kaunos 154
- Caria
ἡ γυνὴ αὐτοῦ,
Κλευπάτρα καὶ ΦΙΛΟΓ̣Λ̣[— —] Φιλοπ̣ά̣[τρα?], G.E. Bean
Εὐφάνου Σικιμῖται
- I.Kaunos 170
- Caria
τὸ μνημεῖον ․․․․․Ι̣οῦ καὶ Ο[— — Φι]-
λοδάμου Καυνίου, ἐν̣ ᾧ οὐ[δένα βού]-
ψω τεθῆναι· εἰ δέ τις ἐπιχειρήσε[ι θάψαι]
θήσει π̣[ροσ]τείμου τῷ φίσκ[ῳ 𐆖 — —].
- IK Strat. III 1401
- Caria
[Χρυσάορο]ς τοῦ̣ Ζ̣ωΐλου τοῦ Πολυ[πέρχοντος Στρατο]-
[νικεὺς ἱερ]ατεύσας [ἐ]μ Παναμάρο[ις εὐσεβῶς καὶ φι]-
[λοτίμως] κ̣αὶ μεγαλο̣[πρεπ]ῶς [τοῖς παραγεγενημένοις τῶν]
ί̣ας, ἣν ἔχων διατελεῖ εἰς τὸν δ̣[ῆμ]ο̣ν τὸγ Καλλιπολιτῶ[ν]·
ἀναγιράψαι ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα ε̣ἰ̣ς̣ [στήλη]ν λιθίνην καὶ ἀ-
[ν]αθεῖναι ἐν τῶι ἱερῶι τοῦ Διὸς τοῦ [Καρίο]υ τοῦ ἐμ Πανα-
[μ]άροις· ἑλέσθαι δὲ καὶ πρεσβευτήν, ὃς [ἀ]φικόμενος πρὸς
Σ̣τ̣ρατρονικεῖς Στρατονικεῖς φίλους καὶ συγγενεῖς ὄν[τ]ας τό τε ψήφισ-
μα ἀποδώσει καὶ ἐπαινέσει αὐτοὺς ἐπ̣[ὶ τ]ῶι καλὸν
- IK Strat. III 1402
- Caria
Χρυσάορος τοῦ Ζωΐλου τοῦ Πολυπέρχοντος ἱερατεύσας ἐμ Πα-
ν̣αμάροις εὐσεβῶς καὶ φιλαγάθως πᾶσι τοῖς παραγεγενημέ̣νο̣ις
τῶμ πολιτῶν εἰς τὸ ἱερὸν φιλόδοξον αὑτὸμ παρείχ̣ε̣το καὶ τοὺς διαφερο-
[μ]έ̣νους ὑπὲρ τῶν ὅρκων συλλύων διετέλει, καθόλου τε ἐμ πᾶσιν ἐγί-
[ν]ετο ἐκτενὴς καὶ φιλότιμος, οὐδεμίαγ κακοπαθίαν οὐδὲ δαπάνην
[ὑφ]ορ̣ώμενος· ὅπως οὖγ καὶ ὁ δῆμος φαίνηται ἀποδιδοὺς τοῖς καλοῖς
[κ]ἀγαθοῖς καὶ φιλοδόξοις ἀνδράσιν τὰς καταξίας χάριτα̣ς, δεδόχθα[ι]·
[ἐ]πῃνῆσθαι Λέοντα Χρυσάορος τοῦ Ζωΐλου τοῦ Πολυπέρχοντος καὶ στε-
φ̣ανῶσαι αὐτὸν θαλλοῦ στεφάνωι, ἀναθεῖναι δὲ καὶ στήλην λ̣ιθί-
[ν]η̣ν, εἰς ἣν ἀναγραφήσεται τόδε τὸ ψήφισμα, τὴν δὲ στήλην
ἀναθέτω ι οὗ ἂν αὐτὸς βούληται· τὸ δὲ εἰς αὐτὴν τέλεσμα
- IK Strat. III 1403
- Caria
[— — — — — ἱ]έ̣ρεια Πλ̣α̣[υτίλλα — — — — — —]
[— προϊερατε]υ̣κυῖα τ[— — — συνεφιλοτειμοῦντο]
[— — Κλαυδ]ία Λεοντ̣[ὶς — — — — — — — — —]
- IK Strat. III 1404
- Caria
[ἐν τῇ] δὲ παρόδ̣[ῳ — — — — — — — —]
[συμφι]λοτει̣μο[υμένων αὐτῷ — — — —]
[— — Ἰ]ά̣σονος Κ(ωρα)ζ(έως) [καὶ — — —]
- IK Strat. III 1408
- Caria
[— — —]Η[․․]Ο[— — — — — — — — — — —]
[ἱέρεια Ἀμμ]ιὰς ἡ καὶ Ἀ[πφιὰς Ἱε(ροκωμῆτις) ἱερατεύσαντες]
[φιλοτίμως μὲν πρὸς τ]οὺς ἀνθρ̣[ώπους, εὐσεβῶς δὲ]
[πρὸς τοὺς θεοὺς — — — — — — — — — — — — —]
- IK Strat. III 1416
- Caria
[— — — — — — — — — — — — — — — ἐν τῷ χρόνῳ] τῆς ἱερωσύνης πάντα
[ποιήσας φιλοτίμως, ἔδωκεν ἑκάστῳ τῶν πολιτῶν] καὶ τῶν Ῥωμαίων εʹ,
[— — — — — — — — — — — — — — — — — — — — τ]ὴ̣ν ἐπὶ τῷ Μαρσύᾳ πό-
- IK Strat. III 1418
- Caria
[κέων] δι̣ὰ̣ τὸν πόλεμ[ον — — — — — — — — — — —]Α̣Σ βουλόμεν[ος κ]αὶ ἐν τού-
[τοις μηδε]ν̣ὸς ἀφίστασθα[ι τῶν τῶι ἔθνει συμφ]ερ̣όντω[ν], vac. ἐδέξατο Π̣ισυή-
[τας — — — — — — — — — — — — — — — —]λ̣ύσειν̣ [— — — — — —]ΝΤΩ̣Ν̣
[— — — — — — — — — — — —]
[— — — — —] ψ̣ηφ[ισμα?— — —]
[— — —]θ̣αι Πισυη[τ— — — — —]
[— — — τ]ῆι συνφ̣[ιλίαι? — — —]
[— — — —]․τε[— — — — — —]
- IK Strat. III 1420
- Caria
[ανὸ]ς Διομήδης Μένι̣-
[ππο]ς Ἱ̣ε̣(ροκωμήτης), φ̣ι̣λ̣ο̣σέβ̣ασσ[τος]
[κ]α̣ὶ φιλόπατρις, υἱὸς τ[ῆς]
[π]όλεως, ὁ διὰ βίου ἱερε[ὺς]
- IK Strat. III 1428
- Caria
[ἱερέα διὰ βίου τῆς βουλῆς καὶ τὴν γυναῖκα αὐτοῦ Τατάριον Μυωνίδου] Πολυνείκην
[τὴν καὶ Ἀπφίαν Λο(βολδίδα) ἱέριαν διὰ βίου τῆς ἐν Παναμάροις Ἀρτέμιδος καὶ τ]ῶν συνκαθει-
[δρυμένων αὐτῇ θεῶν, ἱερατεύσαντας δὲ τῆς μεγίστης καὶ ἐπιφανεστ]ά̣της θεᾶς Ἑκάτης
[ἐξ ἐπανγελίας εὐσεβῶς καὶ φιλοδόξως παρ’ ὅλον τὸν ἐνιαυτὸν καὶ μετ]ὰ̣ τῶν ἄλλων δόντας ἐ̣ν̣
[τοῖς γενεθλίοις ἑκάστῳ τῶν πολειτῶν ἀνὰ δραχμὰς τρῖς καὶ Ῥωμαίοι]ς καὶ παροίκοις κ[αὶ]
πάσῃ τύχῃ καὶ ἡλικίᾳ ἀ̣[διαλείπτως, ποιησαμένους δὲ καὶ ἀποστολάς, ποιήσαντας]
πάντα μεγάλως καὶ φιλο[δόξως δι’ ὅλου τοῦ ἔτους, χαρισαμένους δὲ]
καὶ τοῖς θύουσιν τὰ γέρα, [ἱερατε]ύσ[αντας δὲ διὰ βίου καὶ Μάρκου]
Ἀγρίππα εὐσεβῶς μὲν πρὸς τοὺς [θεούς, φιλοτείμως δὲ καὶ μεγαλοφρόνως]
πρός τε τοὺς πολείτας καὶ τοὺς ἄ̣[λλους κατοικοῦντας τὴν πόλιν, δόντας ἀνὰ]
[τοὺς υἱοὺς αὐτῶν, ἰαχοῦντας ἐν πᾶσιν τοῖς τοῦ Διονύσου μυστηρίοις]
[καλῶς καὶ φιλοδόξως (κτλ.) — — — — — — — — — — — — — — —]
- IK Strat. III 1429
- Caria
[καὶ τοῖς θύουσιν τὰ γέρα, ἱερατεύσαντας δὲ διὰ βί]ου καὶ Μάρκου
[Ἀγρίππα εὐσεβῶς μὲν πρὸς τοὺς θεούς, φιλοτείμως δὲ δι’ ὅ]λου τοῦ ἔτους
[πρός τε τοὺς πολείτας καὶ τοὺς ἄλλους, δόντας ἐν] τῇ εἰσόδῳ ἀνὰ
- IK Strat. III 1430
- Caria
[ρή]σασαν εὐ̣[σεβῶς μὲν πρὸς τὴν θεάν],
[φ]ι̣λ̣οδόξως [δὲ πρὸς τοὺς ἀνθρώπους (κτλ.)]
- IK Strat. III 1431
- Caria
[— — —]σ̣η̣ς̣ [τῆς] Θ̣έ̣ωνο[ς Κ]ο(λιοργίδος), ∙ κλε[ιδο]-
φόρου εὐσεβοῦς καὶ φιλοτείμ̣[ου],
τετειμημένης καὶ διὰ ψηφισμά-
των ὑπὸ τῆς βουλῆς καὶ τοῦ δήμου̣
- IK Strat. III 1441
- Caria
[ἱερε]ὺς ἐπανγει[λά]μ̣ενος Δημήτριος [— — —]του Κο(λιοργεὺς) ἅπαντα ποιήσας εὐσεβῶς μὲν πρὸ[ς τοὺς θεούς],
φιλοτείμως δὲ καὶ μεγαλοφρόνως ἐν πᾶσιν πρός τε τοὺς κατοικοῦντας [τὴν]
πόλιν καὶ τὴν χώραν καὶ τοὺς ἐπιδημήσαντας ξένους σὺν καὶ τῇ ἑαυτοῦ γ[υ]-
ναικὶ ἱερίᾳ Νεωνίδι Λέοντος Κο(λιοργίδι), κλειδοφορούσης ἐξ ἐπανγελίας καὶ τῆς θ[υ]-
γατρὸς αὐτῶν Ἱεροκλείας τῆς Δημητρίου Νεωνίδος Κο(λιοργίδος), συνφιλο-
τειμουμένου ἐν πᾶσιν καὶ τοῦ υἱοῦ αὐτῶν Ἀρτεμιδώ[ρου τοῦ]
- IK Strat. III 1446
- Caria
ε̣ὐσεβῶς μὲν [πρὸς τὴν θεάν],
φιλοτείμως δὲ καὶ [φιλοδόξως]
π̣ρὸς τὴν πατρίδα καὶ γυμν̣[α]-
- IK Strat. III 1447
- Caria
[— — — — — — ἱέρεια] Λεοντὶς Μ[— — — — —]
[— — — — — — — ἐφιλ]οτειμήσαντο [— — — —]
[— — — — — — — — π]αρ’ ἑαυτῶν καὶ μετ̣[ὰ — —]
[— — — — — — — — Μέ]νανδρος μὲν ἐν Ἡρ̣αίοι̣ς̣
[— — — — — — — — —]αι καὶ μετὰ τὰς ἄλλας φ̣ι̣λ̣[ο]-
[τειμίας — — — — — —]ς̣ δεξιωσάμενοι μὲν
[τοὺς πολίτας καὶ τοὺς ξέν]ους καὶ τοὺς ἐν τῷ περι-
[πολίῳ μεγαλοπρεπῶς φι]λοτειμηθέντες δ̣ὲ̣
[— — — — — — — θέντε]ς̣ ἔλα̣ιον ἔν τε τῇ ἑ̣-
- IK Strat. III 1449
- Caria
[ἐπ]α̣νγειλάμε̣[νος — — — — μετὰ τὰς]
ἄλλας φιλοτε[ιμίας — — — — — ἐλαί]-
ου καὶ οἴνου Λ(οβολδ—) [— — — — —]
- IK Strat. III 1454
- Caria
[πάντα ποιήσαντες εὐ]σεβῶς μὲν τὰ
[πρὸς τοὺς θεούς, φιλοτίμ]ως δὲ τὰ
[πρὸς τοὺς ἀνθρώπους — — — —]
- IK Strat. III 1455
- Caria
[ἱερ]ατευ[σα— — — — — — — εὐσεβῶς]
[μὲν πρ]ὸς τοὺς [θεούς, φιλοτίμως δὲ]
[πρὸς τ]οὺ[ς ἀνθρώπους — — — — —]
- IK Strat. III 1459
- Caria
[— — — — — — — — φιλοτίμω]ς τε τ̣ὰ [πρὸς τοὺς ἀνθρώπους],
[ἔδωκ— — ἑκάστῳ τῶν πολιτ]ῶν καὶ ξέν[ων ἀνὰ δραχμὰς — —]
- IK Strat. III 1527
- Caria
[ἡ πατ]ρὶς Αὐρ(ηλίαν) Ἀπφίαν Ἰσοκράτους Ἱερό-
[κλεια]ν τὴν ἀρχιέρειαν καθὼς διετάξατο,
- IK Strat. III 1528
- Caria
Μ(ᾶρκον) ∙ Αὐρ(ήλιον) ∙ Ἀντίοχον Ἑκ[α]-
ταίου Λέοντα τὸν φι-
λόπατριν καθὼς αὐ-
- IK Strat. III 1530
- Caria
ὑπὲρ πάντων φόρον ἔτλης /
ἐκ φιλο[τι]μίης ῥηϊδίως ὀπάσας, /
τοὔνεκα σ’ ἐσστήληι περιώσια
- IK Strat. III 1551
- Caria
λ̣ι[ν]ίκου το[ῦ grandfather's name]
Κ̣ω̣[ρ]α̣έως τ̣[οῦ φίλου (?)]
τέκνου ἔτ̣[ευξεν].
- Aphrodisias 1
- Caria : Aphrodisias
θοῖς ἀνδράσιν· δεδόχ̣[θαι τῆι βουλῆι καὶ τῶι δήμωι,]
κυρωθέντος τοῦδε τοῦ ψη̣[φίσματος· ἐπαινέ]-
σαι τε Ἀγροίταν Καλλικράτ̣[ους ἀρετῆς ἕνε]-
ξίους τῶν ἀνδρῶν, ἑλ[έσ]θαι πρεσβευτὴν ἕνα ἐκ πάντω[ν]
τῶν πο[λ․․]ιτῶν ΙΔ[․․ ὁ] δὲ αἱρεθεὶς ἀφικόμενος
εἰς Γορδιο[υ]τεῖχος τό τε ψήφισμα ἀποδ[ότω] κ[αὶ ἐπελ]-
θ̣ὼν ἐπὶ τὴν̣ ἐκλησί[α]ν ἐπαινέτωι Γορ[διοτειχίτας ἐπὶ]
- Aphrodisias 2
- Caria : Aphrodisias
[ἀνεδέξαντο] τελέσειν τὴν πρεσβήαν δι’ ἣν καὶ πρεσ̣βήαν̣ πολλο̣ὺς
[καὶ μεγάλους] κ̣ινδύνους ὑπο̣μείναντες καὶ ἀναδόντες τὰ ψηφίσματα
[τῇ τε συνκλή]τῳ καὶ το̣ῖς ἡγουμένοις καὶ [⁵¹καὶ]⁵¹ προσεδρεύσαντες ἐν παν-
- Aphrodisias 3
- Caria : Aphrodisias
εἶδος ἐκ τῶν δεδομένων φιλανθρώπων ὑπό τε Αὐτοκρατόρων ∙ καὶ συνκλήτου ∙ καὶ δήμου Ῥωμαίων.
μήτε μὴν ἄρχοντά τινα ἢ ἀντάρχοντα δήμου Ῥωμαίων ἕτερόν τέ τινα εἰς τὴν πόλιν ἢ καὶ τὴν χώ-
- Aphrodisias 5
- Caria : Aphrodisias
καὶ αὐτοκράτορα Καίσαρα Τραϊαν[ὸν Ἁδρι]-
ανὸν Σεβαστὸν διαπέμψασθαι [τόδε τὸ ψήφισ]-
μα τῇ ἱερωτάτῃ Ἀφροδεισιέων βο[υλῇ καὶ]
- Aphrodisias 6
- Caria : Aphrodisias
[— ἔδοξεν τῇ ἱε]ρ̣ᾷ̣ ξ̣υ̣σ̣τ̣ι̣κ̣[ῇ περιπολιστικῇ εὐσεβεῖ σεβαστῇ συνόδῳ,καὶ τῷ σύμπαντι ξυστῷ τῶν]
[περὶ τὸν Ἡρακλέα καὶ αὐ]τοκράτορα Καίσαρ̣[α Τραϊανὸν Ἁδριανὸν Σεβαστὸν διαπέμψασθαι τόδε τὸ ψήφισμα τῇ ἱερωτάτῃ]
[Ἀφροδεισιέων βουλῇ καὶ τ]ῷ δήμῳ· ἐπεὶ Καλλι[κράτης Διογένους Ἀφροδεισιεὺς πανκρατιαστὴς ἱερονείκης πλειστονείκης ἀπὸ]
- Aphrodisias 7
- Caria : Aphrodisias
[—]ΟΣ αὐτὸν
[πεμφθῆναι τοῦδε τοῦ ψηφίσματος τὸ] ἀντίγρα-
[φον ἐσφραγισμένον τῇ δημοσίᾳ σφραγεῖ]δι. ❦
- Aphrodisias 8
- Caria : Aphrodisias
ἅπασιν ἡσθεὶς ὁ δῆμος τειμὰς αὐτῷ προσέταξε
τὰς προσηκούσας ψηφίσασθαι· δεδόχθαι Γάϊον Ἰο[ύ]-
λιον Λογγιανὸν προῖκα πεπολειτεῦσθαι παρ’ ἡμῖν
σῶν τεμένει καὶ ἐν τῷ γυμνασίῳ τῶν ἐφήβων παρὰ
τὸν παλαιὸν Ἡρόδοτον· ἐψηφίσθαι δὲ καὶ τοῖς βυβλί-
οις αὐτοῦ δημοσίαν ἀνάθεσιν ἔν τε βυβλιοθήκαι[ς]
την αὐτῶν εὔνοια καὶ σπουδή, δεδόχθαι καὶ ἀντίγρα-
φον τοῦδε τοῦ ψηφίσματος πεμφθῆναι διὰ αὐτοῦ τοῦ
Ἰουλίου τοῖς Ἀφροδεισιεῦσιν τῇ δημοσίᾳ σφραγεῖδι ση-
- Aphrodisias 9
- Caria : Aphrodisias
vacat ψήφισμα ἱερᾶς συνόδου· vacat
[ἔδοξεν τῇ ἱερᾷ συνόδῳ τῶν ἀπὸ τῆς οἰκου]μένης περὶ τὸν Διόνυσον καὶ αὐτοκράτορα Τραϊανὸν Καίσαρος θεοῦ
[τῶν ἱερεονεικῶν στεφανειτῶν καὶ τῶν σ]υναγωνιστῶν· εἰσηγησαμένου Θεοφράστου τοῦ Εὐβιότου Τρύφωνος
[Λαοδικέως κωμῳδοῦ, ἐπιψηφισαμένου Εὐ]τύχους τοῦ Εὐτύχους κωμῳδοῦ ἀσιονείκου Ἱεραπολείτου·
[ἐπεὶ Γάϊος Ἰούλιος Γαΐου? υἱὸς Λογγι]ανός, ἀγαθὸς ἀτελὴς τραγῳδιῶν ποιητής, ἀνὴρ παντὸς λόγου καὶ πάσης
[παντὶ καιρῷ κατὰ τὴν δύναμιν ἐνδείκνυ]ται, ὡς πληθύειν ἡμῶν τὴν σύνοδον καὶ συναύξειν, δι’ ὃ ἄθροον τὸ τῆς σ̣[υν]-
όδου ψήφισμα πρότερον εἰς ἀμοιβὴν ὧν παρέσχητ]αι καὶ προτροπὴν τῶν μελλόντων ἐτείμησεν αὐτὸν εἰκόνι γραπτῇ·
[δεδόχθαι ἀνασταθῆναι ταύτην ἐν ᾧ ἂν τ]όπῳ τῆς πατρίδος αὐτὸς προέληται, εἶναί τε προήγορον διὰ βίου τῆς
- Aphrodisias 10
- Caria : Aphrodisias
[— ἐπιψηφ]ισαμένου Τ(ίτου) Α[ἰλίου]
[—] παλαιστοῦ παραδό[ξου·]
τες τὸν ἄνδρα καὶ μαρτυροῦντες αὐτῷ
ψηφίσματα τοῖς κυρίοις Αὐτοκράτορ-
σιν πεπόμφαμεν ἡγούμενοι μεγίστ-
τῶν τειμῶν τῇ προγραφῇ τοῦδε τοῦ ψη-
φίσματος πρὸς τὸ ἀϊδίους ὑπάρξαι αὐ-
τῷ τὰς παρ’ ἡμῶν τειμάς.
- Aphrodisias 11
- Caria : Aphrodisias
[π]ρὸς τὴν πολλὰ καὶ ἐξαίρετα περὶ
[τ]ὴν ἀντίδοσιν τῆς φιλοστοργίας
ἐστὶν αὐτῇ δίκαια, καὶ διὰ ταῦτα
αν, ἅμ̣α γὰρ καὶ παρακαταθέσθ[αι] δι[ὰ]
τούτου τοῦ ψηφίσματος ἔτι μᾶ[λ]-
λον αὐτὸν τῇ πατρίδι.
- Aphrodisias 13
- Caria : Aphrodisias
[δή]μου Δημέου τοῦ Μενε-
[κρά]του· ἐπεὶ Ἀπφιὰς Τιμο-
[θέ]ου τῶν πολιτίδων,
- Aphrodisias 14
- Caria : Aphrodisias
[Νεικοτ]ε̣ίμου γραμματέως δή-
[μου κ]αὶ Φιλίππου τοῦ Ἀρτεμιδώ-
[ρου] παραφύλακος· ἐπεὶ Πραξιτέ-
- Aphrodisias 16
- Caria : Aphrodisias
ται παραμεμυθῆσθαι δὲ Καλλίαν Ζή-
νωνος τοῦ Εὐδάμου καὶ Ἀπφίαν Εὐδά-
μου τοῦ Μητροδώρου τοὺς γονεῖς αὐ-
κυίας αὐτο̣ῖς̣ συμφορὰς ἐπὶ τοῖς τέ-
κνο[ις αὐτῶ]ν τὸ δὲ ψήφισμα ἐπιδε-
δόσθα[ι εἰση]γησαμένου Μητροδώ-
- Aphrodisias 17
- Caria : Aphrodisias
θαι δὲ Καλλίαν Ζήνωνος τοῦ Εὐδάμου
καὶ Ἀπφίαν Εὐδάμου τοῦ Μητροδώρου ❦
τοὺς γονεῖς αὐτοῦ καὶ Εὔδαμον Καλλί-
- Aphrodisias 19
- Caria : Aphrodisias
μενομένου δαίμον[ο]ς μεθ̣ί[σ]ταται το[ῦ βίου,] π[ρο]σήκει δὲ δημοσίας παρηγορίας ἀ̣ξ̣[ι]-
οῦσ[θ]α̣ι τοὺς πει̣ρ̣α[θ]έντας̣ γ̣ον[εῖς τῶν] οἰ[κεί]ων συνφ̣[ορ]ῶν εἰς τὸ ἐπικουφί-
ζεσθαι αὐτοὺς διὰ τῆς ․[․c.3․ κοινων]ίας τῆς λύπης· δεδόχθαι τ[ῇ β]-
- Aphrodisias 21
- Caria : Aphrodisias
ποις ὑπὸ Καλλίου τοῦ πατρὸς αὐτοῦ,
παραμεμυθῆσθαι δὲ καὶ Ἀπφίαν Εὐ-
δάμου τοῦ Μητροδώρου τὴν μη-
- Aphrodisias 22
- Caria : Aphrodisias
λευτηκότων παραμυθεῖσθαι̣ [—]
φιλτάτων ἀποβολῆς· διὰ ταῦτ̣[α δεδόχθαι τετειμῆσ]-
θαι μὲν καὶ μετηλλακχότα τα[ῖς πρώταις τειμαῖς Ἀριστο]-