Priest inscription of the couple Demetrios and Neonis.  Large marble entablature belonging to the monumental altar.
[ ] Caria — Lagina — Roman period — EA 34 (2002) 4, 5 — SEG 52.1071
1 [ἱερε]ὺς ἐπανγει[λά]μ̣ενος Δημήτριος [— — —]του Κο(λιοργεὺς) ἅπαντα ποιήσας εὐσεβῶς μὲν πρὸ[ς τοὺς θεούς],
φιλοτείμως δὲ καὶ μεγαλοφρόνως ἐν πᾶσιν πρός τε τοὺς κατοικοῦντας [τὴν]
     πόλιν καὶ τὴν χώραν καὶ τοὺς ἐπιδημήσαντας ξένους σὺν καὶ τῇ ἑαυτοῦ γ[υ]-
        ναικὶ ἱερίᾳ Νεωνίδι Λέοντος Κο(λιοργίδι), κλειδοφορούσης ἐξ ἐπανγελίας καὶ τῆς θ[υ]-
5             γατρὸς αὐτῶν Ἱεροκλείας τῆς Δημητρίου Νεωνίδος Κο(λιοργίδος), συνφιλο-
              τειμουμένου ἐν πᾶσιν καὶ τοῦ υἱοῦ αὐτῶν Ἀρτεμιδώ[ρου τοῦ]
                                      Δημητρίου Λέοντος Κο(λιοργέως).
Search Help
Contact Us