[ ]
Att. — s. II a.
| 1 | Φίλων Φιλωνίδου |
| Πειραιεύ[ς]. | |
| οὐ γάμος οὐδ’ ὑμέναιος ἔμεινέ με | |
| τλήμονι μοίραι | ἀλλά με ἕλεν κάματος λ- | |
| 5 | υγρὸς ἀεικέλιον | πρὶν πολιοκροτάφοι- |
| ο χρόνου γῆρας προσικέσθαι | καὶ λείπω | |
| πένθος πᾶσιν ἐμοῖσι φίλοις· | ὅσσα δ’ ἐχρῆν | |
| φύσεως θνητῆς παιδεῖα ἐφικέσθαι, | πάντ- | |
| α μ’ ἔχοντα εἷλεν μοῖρα Τύχης δύναμει. |