[ ]
Euboia — Chalkis
| 1 | προαγορεύω τοῖς [κα]τὰ [χ]ῶ[ρον τ]ό[νδε] |
| [ἐπι]κ̣ατάρατος, ὅστ[ις] μὴ [φε]ί[δοι]το κ[α]τὰ τόν[δε τὸν] | |
| [χ]ῶρον τοῦδε τοῦ ἔργου καὶ τ[ῆ]ς ε[ἰκ]όνος [τῆς εἱδρυμέ]- | |
| [νης], ἀλλὰ ἀτειμάσει ἢ μεταθήσει ὅρους ἐξ ὅρων [ἢ ὑβρίσει] | |
| 5 | [μιάν]ας ἢ αἰκίσεται ἢ θραύσει ἤ τι μέρος ἢ σύμπαν ἢ [εἰς γῆν ἀνα]- |
| [τρέψ]ει καὶ κατασκεδάσει κα[ὶ ἀμ]αυ[ρώ]σει· τοῦτόν τε θεὸς [πατάξαι] | |
| [ἀπ]ορίᾳ καὶ πυρετῷ καὶ ῥείγει καὶ [ἐρ]εθ[ι]σμ[ῷ] καὶ ἀνεμοφθ[ορίᾳ] | |
| [καὶ παραπληξίᾳ] καὶ ἀορασίᾳ καὶ ἐκστάσει διανοίας· [καὶ εἴη ἀφανῆ] | |
| [τὰ κτ]ήματα αὐτοῦ, μὴ γῆ βατή, μ[ὴ θάλα]ττα πλ[ωτ]ή, μ[ὴ παίδων] | |
| 10 | [γονή]· μηδὲ οἶκος αὔξοιτο [μη]δὲ καρπῶν ἀπολαύ[οι μηδὲ οἴκου], |
| [μὴ φ]ωτός, μὴ χρήσεως μηδὲ κτήσεως, ἐπισκό[πους δὲ ἔχοι] | |
| [Ἐρε]ινύας. | |
| [εἰ δέ] τις εὐθετοίη καὶ τηροίη καὶ συμφυλ[άττοι, τῶν λῴων] | |
| [ἀπο]λαύοι, εὐλογοῖτό τε ἐν παντὶ δήμ[ῳ, καὶ πληθύοι] | |
| 15 | [αὐτῷ ο]ἶκος παίδων γοναῖς καὶ καρπ[ῶν ἀπολαύσεσιν, ἐπισκο]- |
| [ποίη δὲ] Χάρις καὶ Ὑγεία. |