[ ]
Euboia — Chalkis — after 212 AD
1 | ἀγαθῆι τύχηι· |
(I) ἐπὶ ἡγεμόνος Κλ(αυδίου) Ἀμιάντου, ἀμφιπολεύοντος Λαμύρου | |
τοῦ υἱοῦ τοῦ νεωκόρου, ὁ διὰ βίου νεωκόρος τῆς ἀρχηγέτι- | |
δος Χαλκίδος Αὐρ(ήλιος) Ἑρμόδωρος κατὰ τὰ γενόμενα ψηφί- | |
5 | σματα ἐν τοῖς συνεδρίοις εἰσηγησαμένων τοῦ δεκαπρώτου |
Κλ(αυδίου) Ἀμύντου καὶ Οὐλπίου Παμφίλου διά τε τὰ τειχοδομή- | |
ματα ἃ ἐποίησεν περὶ τὸ ἱερὸν καὶ τὸν περίβολον ὃν πε- | |
ριέθηκε τῷ τεμένει καὶ στοάν, ἣν μὲν ἐκ καινῆς κατεσκεύ- | |
ασεν, ἣν δὲ ἐπεσκεύασεν συντετρειμμένην, καὶ τρίκλει- | |
10 | νον δειπνιστήριον ποιήσας καὶ θυρώσας εἰς κό- |
σμον τὸν πρέποντα τῇ θεῷ μετὰ φυτῶν καὶ ἄλσους | |
ἀνέθηκεν ἐπὶ τῷ ἀΐδιον ἔχειν αὐτόν τε καὶ τὰ τέκνα | |
αὐτοῦ τὴν νεωκορείαν v (II) τὰ ψηφίσματα ἐγένον- | |
το γραμματεύοντος Ἰουλίου Μαμερτείνου, στρα- | |
15 | τηγοῦντος τοῦ δεκαπρώτου Λ(ευκίου) Νοουίου Λυσανίου |
ἐβ(όησαν) οἱ σύνεδροι. "Παμφίλῳ καλὴ ἡ ἰσή<γη>σις οὕτω γεινέσθω" | |
ἐπηρώτησεν ὁ γραμματεὺς Μαμερτεῖνος "ὅτῳ δο- | |
κεῖ κατὰ τὴν πάντων ὑμῶν βούλησιν καὶ τὴν εἰσήγη- | |
σιν τοῦ ἀδελφοῦ Παμφίλου καὶ εἰς τοὺς παῖδας αὐτοῦ | |
20 | ταύτην τὴν τειμὴν μετελθεῖν, ἀράτω τὴν χεῖρα"· |
ἐβ(όησαν) οἱ σύνεδροι "δοκεῖ"· ἔδοξεν ❦ δήμου· (III) ὁ στρατη- | |
γὸς τὸ βʹ Νοούιος Λυσανίας εἶπεν "καλῶς ποιεῖ- | |
τε ἀμειβόμενοι τοὺς ἀγαθοὺς ἄνδρας καὶ μὴ εἰς | |
αὐτοὺς μόνους τὰς τειμὰς ἀλλὰ καὶ εἰς τοὺς παῖ- | |
25 | δας μετατιθέντες· μόνως γὰρ οὕτως καὶ τοὺς ἄλλους |
ἐπὶ πολλοῖς προτρέψομεν· ἔφθακεν οὖν ταὐτὰ ἐψη- | |
φίσθαι καὶ <τ>ῇ βουλῇ· εἰ καὶ ὑμεῖν δοκεῖ, ἀράτω τὴν χεῖ- | |
ρα"· ἐβ(όησε) ὁ δ(ῆμος) "δοκεῖ"· ἔδοξεν· ἐβ(όησε) ὁ δ(ῆμος) "πολλοῖς ἔτεσι | |
❦ τοὺς νεωκόρους". ❦ |